1.318 ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν · οὐδ’ Ἀγαμέμνων
1.319 λῆγ’ ἔριδος τὴν πρῶτον ἐπηπείλησ’ Ἀχιλῆϊ ,
1.320 ἀλλ’ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε ,
1.321 τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε ·
1.322 ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος ·
1.323 χειρὸς ἑλόντ’ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον ·
1.324 εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι
1.325 ἐλθὼν σὺν πλεόνεσσι · τό οἱ καὶ ῥίγιον ἔσται .
1.326 ὣς εἰπὼν προΐει , κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε ·
1.327 τὼ δ’ ἀέκοντε βάτην παρὰ θῖν’ ἁλὸς ἀτρυγέτοιο ,
1.328 Μυρμιδόνων δ’ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην ,
1.329 τὸν δ’ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
1.330 ἥμενον · οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς .
1.331 τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
1.332 στήτην , οὐδέ τί μιν προσεφώνεον οὐδ’ ἐρέοντο ·
1.333 αὐτὰρ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε ·
1.334 χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν ,
1.335 ἆσσον ἴτ’ · οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’ Ἀγαμέμνων ,
1.336 σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης .
1.337 ἀλλ’ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην
1.338 καί σφωϊν δὸς ἄγειν · τὼ δ’ αὐτὼ μάρτυροι ἔστων
1.339 πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων
1.340 καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’ αὖτε
1.341 χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι
1.342 τοῖς ἄλλοις · γὰρ γ’ ὀλοιῇσι φρεσὶ θύει ,
1.343 οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω ,
1.344 ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί .
1.345 ὣς φάτο , Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ ἑταίρῳ ,
1.346 ἐκ δ’ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον ,