23.677 φὼς
23.678 Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος ,
23.679 ὅς ποτε Θήβας δ’ ἦλθε δεδουπότος Οἰδιπόδαο
23.680 ἐς τάφον · ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας .
23.681 τὸν μὲν Τυδεΐδης δουρὶ κλυτὸς ἀμφεπονεῖτο
23.682 θαρσύνων ἔπεσιν , μέγα δ’ αὐτῷ βούλετο νίκην .
23.683 ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν , αὐτὰρ ἔπειτα
23.684 δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο .
23.685 τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα ,
23.686 ἄντα δ’ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμ’ ἄμφω
23.687 σύν ῥ’ ἔπεσον , σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν .
23.688 δεινὸς δὲ χρόμαδος γενύων γένετ’ , ἔρρεε δ’ ἱδρὼς
23.689 πάντοθεν ἐκ μελέων · ἐπὶ δ’ ὄρνυτο δῖος Ἐπειός ,
23.690 κόψε δὲ παπτήναντα παρήϊον · οὐδ’ ἄρ’ ἔτι δὴν
23.691 ἑστήκειν · αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα .
23.692 ὡς δ’ ὅθ’ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς
23.693 θίν’ ἐν φυκιόεντι , μέλαν δέ κῦμα κάλυψεν ,
23.694 ὣς πληγεὶς ἀνέπαλτ’ · αὐτὰρ μεγάθυμος Ἐπειὸς
23.695 χερσὶ λαβὼν ὤρθωσε · φίλοι δ’ ἀμφέσταν ἑταῖροι ,
23.696 οἵ μιν ἄγον δι’ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν
23.697 αἷμα παχὺ πτύοντα κάρη βάλλονθ’ ἑτέρωσε ·
23.698 κὰδ δ’ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες ,
23.699 αὐτοὶ δ’ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον .
23.700 Πηλεΐδης δ’ αἶψ’ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
23.701 δεικνύμενος Δαναοῖσι παλαισμοσύνης ἀλεγεινῆς ,
23.702 τῷ μὲν νικήσαντι μέγαν τρίποδ’ ἐμπυριβήτην ,
23.703 τὸν δὲ δυωδεκάβοιον ἐνὶ σφίσι τῖον Ἀχαιοί ·
23.704 ἀνδρὶ δὲ νικηθέντι γυναῖκ’ ἐς μέσσον ἔθηκε ,
23.705 πολλὰ δ’ ἐπίστατο ἔργα , τίον δέ τεσσαράβοιον .
23.706 στῆ δ’ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν ·
23.707 ὄρνυσθ’ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθον .
23.708 ὣς ἔφατ’ , ὦρτο δ’ ἔπειτα μέγας Τελαμώνιος Αἴας ,
23.709 ἂν δ’