22.477 αἴσῃ
22.478 ἀμφότεροι , σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα ,
22.479 αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ
22.480 ἐν δόμῳ Ἠετίωνος , μ’ ἔτρεφε τυτθὸν ἐοῦσαν
22.481 δύσμορος αἰνόμορον · ὡς μὴ ὤφελλε τεκέσθαι .
22.482 νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης
22.483 ἔρχεαι , αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις
22.484 χήρην ἐν μεγάροισι · πάϊς δ’ ἔτι νήπιος αὔτως ,
22.485 ὃν τέκομεν σύ τ’ ἐγώ τε δυσάμμοροι · οὔτε σὺ τούτῳ
22.486 ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες , οὔτε σοὶ οὗτος .
22.487 ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν ,
22.488 αἰεί τοι τούτῳ γε πόνος καὶ κήδε’ ὀπίσσω
22.489 ἔσσοντ’ · ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας .
22.490 ἦμαρ δ’ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι ·
22.491 πάντα δ’ ὑπεμνήμυκε , δεδάκρυνται δὲ παρειαί ,
22.492 δευόμενος δέ τ’ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους ,
22.493 ἄλλον μὲν χλαίνης ἐρύων , ἄλλον δὲ χιτῶνος ·
22.494 τῶν δ’ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε ·
22.495 χείλεα μέν τ’ ἐδίην’ , ὑπερῴην δ’ οὐκ ἐδίηνε .
22.496 τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε
22.497 χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων ·
22.498 ἔρρ’ οὕτως · οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν .
22.499 δακρυόεις δέ τ’ ἄνεισι πάϊς ἐς μητέρα χήρην
22.500 Ἀστυάναξ , ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς
22.501 μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν ·
22.502 αὐτὰρ ὅθ’ ὕπνος ἕλοι , παύσαιτό τε νηπιαχεύων ,
22.503 εὕδεσκ’ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης
22.504 εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ ·
22.505 νῦν δ’ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν
22.506 Ἀστυάναξ , ὃν Τρῶες ἐπίκλησιν καλέουσιν ·
22.507 οἶος γάρ σφιν ἔρυσο πύλας καὶ