22.448 δ’ ἐλελίχθη γυῖα , χαμαὶ δέ οἱ ἔκπεσε κερκίς ·
22.449 δ’ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα ·
22.450 δεῦτε δύω μοι ἕπεσθον , ἴδωμ’ ὅτιν’ ἔργα τέτυκται .
22.451 αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον , ἐν δ’ ἐμοὶ αὐτῇ
22.452 στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα , νέρθε δὲ γοῦνα
22.453 πήγνυται · ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν .
22.454 αἲ γὰρ ἀπ’ οὔατος εἴη ἐμεῦ ἔπος · ἀλλὰ μάλ’ αἰνῶς
22.455 δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς
22.456 μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται ,
22.457 καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς
22.458 μιν ἔχεσκ’ , ἐπεὶ οὔ ποτ’ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν ,
22.459 ἀλλὰ πολὺ προθέεσκε , τὸ ὃν μένος οὐδενὶ εἴκων .
22.460 ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση
22.461 παλλομένη κραδίην · ἅμα δ’ ἀμφίπολοι κίον αὐτῇ
22.462 αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον
22.463 ἔστη παπτήνασ’ ἐπὶ τείχεϊ , τὸν δὲ νόησεν
22.464 ἑλκόμενον πρόσθεν πόλιος · ταχέες δέ μιν ἵπποι
22.465 ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν .
22.466 τὴν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν ,
22.467 ἤριπε δ’ ἐξοπίσω , ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε .
22.468 τῆλε δ’ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα ,
22.469 ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην
22.470 κρήδεμνόν θ’ , ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη
22.471 ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθ’ Ἕκτωρ
22.472 ἐκ δόμου Ἠετίωνος , ἐπεὶ πόρε μυρία ἕδνα .
22.473 ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν ,
22.474 αἵ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι .
22.475 δ’ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη
22.476 ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν ·
22.477 Ἕκτορ ἐγὼ δύστηνος · ἰῇ ἄρα γεινόμεθ’