18.518 τεύχεσιν , ὥς τε θεώ περ
18.519 ἀμφὶς ἀριζήλω · λαοὶ δ’ ὑπολίζονες ἦσαν .
18.520 οἳ δ’ ὅτε δή ῥ’ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
18.521 ἐν ποταμῷ , ὅθι τ’ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν ,
18.522 ἔνθ’ ἄρα τοί γ’ ἵζοντ’ εἰλυμένοι αἴθοπι χαλκῷ .
18.523 τοῖσι δ’ ἔπειτ’ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
18.524 δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς .
18.525 οἳ δὲ τάχα προγένοντο , δύω δ’ ἅμ’ ἕποντο νομῆες
18.526 τερπόμενοι σύριγξι · δόλον δ’ οὔ τι προνόησαν .
18.527 οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον , ὦκα δ’ ἔπειτα
18.528 τάμνοντ’ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
18.529 ἀργεννέων οἰῶν , κτεῖνον δ’ ἐπὶ μηλοβοτῆρας .
18.530 οἳ δ’ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
18.531 εἰράων προπάροιθε καθήμενοι , αὐτίκ’ ἐφ’ ἵππων
18.532 βάντες ἀερσιπόδων μετεκίαθον , αἶψα δ’ ἵκοντο .
18.533 στησάμενοι δ’ ἐμάχοντο μάχην ποταμοῖο παρ’ ὄχθας ,
18.534 βάλλον δ’ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν .
18.535 ἐν δ’ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον , ἐν δ’ ὀλοὴ Κήρ ,
18.536 ἄλλον ζωὸν ἔχουσα νεούτατον , ἄλλον ἄουτον ,
18.537 ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν ·
18.538 εἷμα δ’ ἔχ’ ἀμφ’ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν .
18.539 ὡμίλευν δ’ ὥς τε ζωοὶ βροτοὶ ἠδ’ ἐμάχοντο ,
18.540 νεκρούς τ’ ἀλλήλων ἔρυον κατατεθνηῶτας .
18.541 ἐν δ’ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
18.542 εὐρεῖαν τρίπολον · πολλοὶ δ’ ἀροτῆρες ἐν αὐτῇ
18.543 ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα .
18.544 οἳ δ’ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης ,
18.545 τοῖσι δ’ ἔπειτ’ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
18.546 δόσκεν ἀνὴρ ἐπιών · τοὶ δὲ στρέψασκον ἀν’ ὄγμους ,
18.547 ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι .
18.548 δὲ μελαίνετ’ ὄπισθεν