18.489 δ’ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο .
18.490 ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
18.491 καλάς . ἐν τῇ μέν ῥα γάμοι τ’ ἔσαν εἰλαπίναι τε ,
18.492 νύμφας δ’ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
18.493 ἠγίνεον ἀνὰ ἄστυ , πολὺς δ’ ὑμέναιος ὀρώρει ·
18.494 κοῦροι δ’ ὀρχηστῆρες ἐδίνεον , ἐν δ’ ἄρα τοῖσιν
18.495 αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον · αἳ δὲ γυναῖκες
18.496 ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη .
18.497 λαοὶ δ’ εἰν ἀγορῇ ἔσαν ἀθρόοι · ἔνθα δὲ νεῖκος
18.498 ὠρώρει , δύο δ’ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
18.499 ἀνδρὸς ἀποφθιμένου · μὲν εὔχετο πάντ’ ἀποδοῦναι
18.500 δήμῳ πιφαύσκων , δ’ ἀναίνετο μηδὲν ἑλέσθαι ·
18.501 ἄμφω δ’ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι .
18.502 λαοὶ δ’ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί ·
18.503 κήρυκες δ’ ἄρα λαὸν ἐρήτυον · οἳ δὲ γέροντες
18.504 εἵατ’ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ ,
18.505 σκῆπτρα δὲ κηρύκων ἐν χέρσ’ ἔχον ἠεροφώνων ·
18.506 τοῖσιν ἔπειτ’ ἤϊσσον , ἀμοιβηδὶς δὲ δίκαζον .
18.507 κεῖτο δ’ ἄρ’ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα ,
18.508 τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι .
18.509 τὴν δ’ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
18.510 τεύχεσι λαμπόμενοι · δίχα δέ σφισιν ἥνδανε βουλή ,
18.511 ἠὲ διαπραθέειν ἄνδιχα πάντα δάσασθαι
18.512 κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν ·
18.513 οἳ δ’ οὔ πω πείθοντο , λόχῳ δ’ ὑπεθωρήσσοντο .
18.514 τεῖχος μέν ῥ’ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
18.515 ῥύατ’ ἐφεσταότες , μετὰ δ’ ἀνέρες οὓς ἔχε γῆρας ·
18.516 οἳ δ’ ἴσαν · ἦρχε δ’ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
18.517 ἄμφω χρυσείω , χρύσεια δὲ εἵματα ἕσθην ,
18.518 καλὼ καὶ μεγάλω σὺν