17.438 κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν
17.439 ἡνιόχοιο πόθῳ · θαλερὴ δ’ ἐμιαίνετο χαίτη
17.440 ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν .
17.441 μυρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων ,
17.442 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν ·
17.443 δειλώ , τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι
17.444 θνητῷ , ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε ;
17.445 ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχητον ;
17.446 οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς
17.447 πάντων , ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει .
17.448 ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
17.449 Ἕκτωρ Πριαμίδης ἐποχήσεται · οὐ γὰρ ἐάσω .
17.450 οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὔτως ;
17.451 σφῶϊν δ’ ἐν γούνεσσι βαλῶ μένος ἠδ’ ἐνὶ θυμῷ ,
17.452 ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
17.453 νῆας ἔπι γλαφυράς · ἔτι γάρ σφισι κῦδος ὀρέξω
17.454 κτείνειν , εἰς κε νῆας ἐϋσσέλμους ἀφίκωνται
17.455 δύῃ τ’ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ ·
17.456 ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ .
17.457 τὼ δ’ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε
17.458 ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς .
17.459 τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρου
17.460 ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας ·
17.461 ῥέα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυμαγδοῦ ,
17.462 ῥεῖα δ’ ἐπαΐξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων .
17.463 ἀλλ’ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν ·
17.464 οὐ γάρ πως ἦν οἶον ἐόνθ’ ἱερῷ ἐνὶ δίφρῳ
17.465 ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους .
17.466 ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
17.467 Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο ·
17.468 στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα