17.406 τὸ ἔλπετο πάμπαν
17.407 ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν , οὐδὲ σὺν αὐτῷ ·
17.408 πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων ,
17.409 οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα .
17.410 δὴ τότε γ’ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
17.411 μήτηρ , ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος .
17.412 οἳ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντες
17.413 νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον ·
17.414 ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων ·
17.415 φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
17.416 νῆας ἔπι γλαφυράς , ἀλλ’ αὐτοῦ γαῖα μέλαινα
17.417 πᾶσι χάνοι · τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
17.418 εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
17.419 ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι .
17.420 ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν ·
17.421 φίλοι , εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναι
17.422 πάντας ὁμῶς , μή πώ τις ἐρωείτω πολέμοιο .
17.423 ὣς ἄρα τις εἴπεσκε , μένος δ’ ὄρσασκεν ἑκάστου .
17.424 ὣς οἳ μὲν μάρναντο , σιδήρειος δ’ ὀρυμαγδὸς
17.425 χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο ·
17.426 ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες
17.427 κλαῖον , ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο
17.428 ἐν κονίῃσι πεσόντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο .
17.429 μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς
17.430 πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων ,
17.431 πολλὰ δὲ μειλιχίοισι προσηύδα , πολλὰ δ’ ἀρειῇ ·
17.432 τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον
17.433 ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμον μετ’ Ἀχαιούς ,
17.434 ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον , τ’ ἐπὶ τύμβῳ
17.435 ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός ,
17.436 ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες
17.437 οὔδει ἐνισκίμψαντε καρήατα · δάκρυα δέ σφι
17.438 θερμὰ