17.342 ἐξάλμενος ἔστη ·
17.343 οἳ δ’ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν .
17.344 ἔνθ’ αὖτ’ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
17.345 υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον .
17.346 τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης ,
17.347 στῆ δὲ μάλ’ ἐγγὺς ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ ,
17.348 καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
17.349 ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσεν ,
17.350 ὅς ῥ’ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει ,
17.351 καὶ δὲ μετ’ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι .
17.352 τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος ,
17.353 ἴθυσεν δὲ καὶ πρόφρων Δαναοῖσι μάχεσθαι ·
17.354 ἀλλ’ οὔ πως ἔτι εἶχε · σάκεσσι γὰρ ἔρχατο πάντῃ
17.355 ἑσταότες περὶ Πατρόκλῳ , πρὸ δὲ δούρατ’ ἔχοντο .
17.356 Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων ·
17.357 οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
17.358 οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων ,
17.359 ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν , σχεδόθεν δὲ μάχεσθαι .
17.360 ὣς Αἴας ἐπέτελλε πελώριος , αἵματι δὲ χθὼν
17.361 δεύετο πορφυρέῳ , τοὶ δ’ ἀγχιστῖνοι ἔπιπτον
17.362 νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
17.363 καὶ Δαναῶν · οὐδ’ οἳ γὰρ ἀναιμωτί γε μάχοντο ,
17.364 παυρότεροι δὲ πολὺ φθίνυθον · μέμνηντο γὰρ αἰεὶ
17.365 ἀλλήλοις ἀν’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν .
17.366 ὣς οἳ μὲν μάρναντο δέμας πυρός , οὐδέ κε φαίης
17.367 οὔτέ ποτ’ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην ·
17.368 ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι
17.369 ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι .
17.370 οἳ δ’ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
17.371 εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι , πέπτατο δ’ αὐγὴ
17.372 ἠελίου ὀξεῖα , νέφος δ’ οὐ φαίνετο πάσης
17.373 γαίης οὐδ’ ὀρέων · μεταπαυόμενοι δὲ μάχοντο
17.374 ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
17.375 πολλὸν ἀφεσταότες .