17.311 , ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ .
17.312 Αἴας δ’ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
17.313 Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε ·
17.314 ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ’ ἔντερα χαλκὸς
17.315 ἤφυσ’ · δ’ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ .
17.316 χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ ·
17.317 Ἀργεῖοι δὲ μέγα ἴαχον , ἐρύσαντο δὲ νεκροὺς
17.318 Φόρκυν θ’ Ἱππόθοόν τε , λύοντο δὲ τεύχε’ ἀπ’ ὤμων .
17.319 ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
17.320 Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες ,
17.321 Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
17.322 κάρτεϊ καὶ σθένεϊ σφετέρῳ · ἀλλ’ αὐτὸς Ἀπόλλων
17.323 Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
17.324 κήρυκι Ἠπυτίδῃ , ὅς οἱ παρὰ πατρὶ γέροντι
17.325 κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς ·
17.326 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
17.327 Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
17.328 Ἴλιον αἰπεινήν ; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
17.329 κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
17.330 πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας ·
17.331 ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται Δαναοῖσι
17.332 νίκην · ἀλλ’ αὐτοὶ τρεῖτ’ ἄσπετον οὐδὲ μάχεσθε .
17.333 ὣς ἔφατ’ , Αἰνείας δ’ ἑκατηβόλον Ἀπόλλωνα
17.334 ἔγνω ἐς ἄντα ἰδών , μέγα δ’ Ἕκτορα εἶπε βοήσας ·
17.335 Ἕκτόρ τ’ ἠδ’ ἄλλοι Τρώων ἀγοὶ ἠδ’ ἐπικούρων
17.336 αἰδὼς μὲν νῦν ἥδε γ’ ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
17.337 Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας .
17.338 ἀλλ’ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
17.339 Ζῆν’ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι ·
17.340 τώ ῥ’ ἰθὺς Δαναῶν ἴομεν , μηδ’ οἵ γε ἕκηλοι
17.341 Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα .
17.342 ὣς φάτο , καί ῥα πολὺ προμάχων