16.746 που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο ,
16.747 πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
16.748 νηὸς ἀποθρῴσκων , εἰ καὶ δυσπέμφελος εἴη ,
16.749 ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ .
16.750 ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν .
16.751 ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
16.752 οἶμα λέοντος ἔχων , ὅς τε σταθμοὺς κεραΐζων
16.753 ἔβλητο πρὸς στῆθος , ἑή τέ μιν ὤλεσεν ἀλκή ·
16.754 ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς .
16.755 Ἕκτωρ δ’ αὖθ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε .
16.756 τὼ περὶ Κεβριόναο λέονθ’ ὣς δηρινθήτην ,
16.757 τ’ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
16.758 ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον ·
16.759 ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
16.760 Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ
16.761 ἵεντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ .
16.762 Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν οὐχὶ μεθίει ·
16.763 Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδός · οἳ δὲ δὴ ἄλλοι
16.764 Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην .
16.765 ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιιν
16.766 οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην
16.767 φηγόν τε μελίην τε τανύφλοιόν τε κράνειαν ,
16.768 αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
16.769 ἠχῇ θεσπεσίῃ , πάταγος δέ τε ἀγνυμενάων ,
16.770 ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
16.771 δῄουν , οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο .
16.772 πολλὰ δὲ Κεβριόνην ἀμφ’ ὀξέα δοῦρα πεπήγει
16.773 ἰοί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες ,
16.774 πολλὰ δὲ χερμάδια μεγάλ’ ἀσπίδας ἐστυφέλιξαν
16.775 μαρναμένων ἀμφ’ αὐτόν · δ’ ἐν στροφάλιγγι κονίης
16.776 κεῖτο μέγας μεγαλωστί , λελασμένος ἱπποσυνάων .
16.777 ὄφρα μὲν Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει ,
16.778 τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο , πῖπτε δὲ λαός ·
16.779 ἦμος δ’