16.715 παρίστατο Φοῖβος Ἀπόλλων
16.716 ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
16.717 Ἀσίῳ , ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
16.718 αὐτοκασίγνητος Ἑκάβης , υἱὸς δὲ Δύμαντος ,
16.719 ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο ·
16.720 τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων ·
16.721 Ἕκτορ τίπτε μάχης ἀποπαύεαι ; οὐδέ τί σε χρή .
16.722 αἴθ’ ὅσον ἥσσων εἰμί , τόσον σέο φέρτερος εἴην ·
16.723 τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας .
16.724 ἀλλ’ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους ,
16.725 αἴ κέν πώς μιν ἕλῃς , δώῃ δέ τοι εὖχος Ἀπόλλων .
16.726 ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν ,
16.727 Κεβριόνῃ δ’ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
16.728 ἵππους ἐς πόλεμον πεπληγέμεν . αὐτὰρ Ἀπόλλων
16.729 δύσεθ’ ὅμιλον ἰών , ἐν δὲ κλόνον Ἀργείοισιν
16.730 ἧκε κακόν , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν .
16.731 Ἕκτωρ δ’ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ’ ἐνάριζεν ·
16.732 αὐτὰρ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους .
16.733 Πάτροκλος δ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε
16.734 σκαιῇ ἔγχος ἔχων · ἑτέρηφι δὲ λάζετο πέτρον
16.735 μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν ,
16.736 ἧκε δ’ ἐρεισάμενος , οὐδὲ δὴν χάζετο φωτός ,
16.737 οὐδ’ ἁλίωσε βέλος , βάλε δ’ Ἕκτορος ἡνιοχῆα
16.738 Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
16.739 ἵππων ἡνί’ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ .
16.740 ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος , οὐδέ οἱ ἔσχεν
16.741 ὀστέον , ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
16.742 αὐτοῦ πρόσθε ποδῶν · δ’ ἄρ’ ἀρνευτῆρι ἐοικὼς
16.743 κάππεσ’ ἀπ’ εὐεργέος δίφρου , λίπε δ’ ὀστέα θυμός .
16.744 τὸν δ’ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ ·
16.745 πόποι μάλ’ ἐλαφρὸς ἀνήρ , ὡς ῥεῖα κυβιστᾷ .
16.746 εἰ δή