13.409 καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
13.410 ἔγχεος · οὐδ’ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν ,
13.411 ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν
13.412 ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε .
13.413 Δηΐφοβος δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας ·
13.414 οὐ μὰν αὖτ’ ἄτιτος κεῖτ’ Ἄσιος , ἀλλά φημι
13.415 εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο
13.416 γηθήσειν κατὰ θυμόν , ἐπεί ῥά οἱ ὤπασα πομπόν .
13.417 ὣς ἔφατ’ , Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο ,
13.418 Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν ·
13.419 ἀλλ’ οὐδ’ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου ,
13.420 ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε .
13.421 τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
13.422 Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ ,
13.423 νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα .
13.424 Ἰδομενεὺς δ’ οὐ λῆγε μένος μέγα , ἵετο δ’ αἰεὶ
13.425 ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι
13.426 αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς .
13.427 ἔνθ’ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν
13.428 ἥρω’ Ἀλκάθοον , γαμβρὸς δ’ ἦν Ἀγχίσαο ,
13.429 πρεσβυτάτην δ’ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν
13.430 τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ
13.431 ἐν μεγάρῳ · πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο
13.432 κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί · τοὔνεκα καί μιν
13.433 γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ ·
13.434 τὸν τόθ’ ὑπ’ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε
13.435 θέλξας ὄσσε φαεινά , πέδησε δὲ φαίδιμα γυῖα ·
13.436 οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατ’ οὔτ’ ἀλέασθαι ,
13.437 ἀλλ’ ὥς τε στήλην δένδρεον ὑψιπέτηλον
13.438 ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ
13.439 ἥρως Ἰδομενεύς , ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα
13.440 χάλκεον , ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον ·
13.441 δὴ τότε γ’ αὖον ἄϋσεν ἐρεικόμενος περὶ