9.680 φράζεσθαι ἐν Ἀργείοισιν ἄνωγεν
9.681 ὅππως κεν νῆάς τε σαῷς καὶ λαὸν Ἀχαιῶν ·
9.682 αὐτὸς δ’ ἠπείλησεν ἅμ’ ἠοῖ φαινομένηφι
9.683 νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν ἀμφιελίσσας .
9.684 καὶ δ’ ἂν τοῖς ἄλλοισιν ἔφη παραμυθήσασθαι
9.685 οἴκαδ’ ἀποπλείειν , ἐπεὶ οὐκέτι δήετε τέκμωρ
9.686 Ἰλίου αἰπεινῆς · μάλα γάρ ἑθεν εὐρύοπα Ζεὺς
9.687 χεῖρα ἑὴν ὑπερέσχε , τεθαρσήκασι δὲ λαοί .
9.688 ὣς ἔφατ’ · εἰσὶ καὶ οἵδε τάδ’ εἰπέμεν , οἵ μοι ἕποντο ,
9.689 Αἴας καὶ κήρυκε δύω πεπνυμένω ἄμφω .
9.690 Φοῖνιξ δ’ αὖθ’ γέρων κατελέξατο , ὡς γὰρ ἀνώγει ,
9.691 ὄφρά οἱ ἐν νήεσσι φίλην ἐς πατρίδ’ ἕπηται
9.692 αὔριον , ἢν ἐθέλῃσιν · ἀνάγκῃ δ’ οὔ τί μιν ἄξει .
9.693 ὣς ἔφαθ’ , οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
9.694 μῦθον ἀγασσάμενοι · μάλα γὰρ κρατερῶς ἀγόρευσε .
9.695 δὴν δ’ ἄνεῳ ἦσαν τετιηότες υἷες Ἀχαιῶν ·
9.696 ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης ·
9.697 Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
9.698 μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλεΐωνα
9.699 μυρία δῶρα διδούς · δ’ ἀγήνωρ ἐστὶ καὶ ἄλλως ·
9.700 νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας .
9.701 ἀλλ’ ἤτοι κεῖνον μὲν ἐάσομεν κεν ἴῃσιν
9.702 κε μένῃ · τότε δ’ αὖτε μαχήσεται ὁππότε κέν μιν
9.703 θυμὸς ἐνὶ στήθεσσιν ἀνώγῃ καὶ θεὸς ὄρσῃ .
9.704 ἀλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες ·
9.705 νῦν μὲν κοιμήσασθε τεταρπόμενοι φίλον ἦτορ
9.706 σίτου καὶ οἴνοιο · τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή ·
9.707 αὐτὰρ ἐπεί κε φανῇ καλὴ ῥοδοδάκτυλος Ἠώς ,
9.708 καρπαλίμως πρὸ νεῶν ἐχέμεν λαόν τε καὶ ἵππους
9.709 ὀτρύνων , καὶ δ’ αὐτὸς ἐνὶ πρώτοισι μάχεσθαι .
9.710 ὣς ἔφαθ’ ,