9.368 αὖτις ἐφυβρίζων ἕλετο κρείων Ἀγαμέμνων
9.369 Ἀτρεΐδης · τῷ πάντ’ ἀγορευέμεν ὡς ἐπιτέλλω
9.370 ἀμφαδόν , ὄφρα καὶ ἄλλοι ἐπισκύζωνται Ἀχαιοὶ
9.371 εἴ τινά που Δαναῶν ἔτι ἔλπεται ἐξαπατήσειν
9.372 αἰὲν ἀναιδείην ἐπιειμένος · οὐδ’ ἂν ἔμοιγε
9.373 τετλαίη κύνεός περ ἐὼν εἰς ὦπα ἰδέσθαι ·
9.374 οὐδέ τί οἱ βουλὰς συμφράσσομαι , οὐδὲ μὲν ἔργον ·
9.375 ἐκ γὰρ δή μ’ ἀπάτησε καὶ ἤλιτεν · οὐδ’ ἂν ἔτ’ αὖτις
9.376 ἐξαπάφοιτ’ ἐπέεσσιν · ἅλις δέ οἱ · ἀλλὰ ἕκηλος
9.377 ἐρρέτω · ἐκ γάρ εὑ φρένας εἵλετο μητίετα Ζεύς .
9.378 ἐχθρὰ δέ μοι τοῦ δῶρα , τίω δέ μιν ἐν καρὸς αἴσῃ .
9.379 οὐδ’ εἴ μοι δεκάκις τε καὶ εἰκοσάκις τόσα δοίη
9.380 ὅσσά τέ οἱ νῦν ἔστι , καὶ εἴ ποθεν ἄλλα γένοιτο ,
9.381 οὐδ’ ὅσ’ ἐς Ὀρχομενὸν ποτινίσεται , οὐδ’ ὅσα Θήβας
9.382 Αἰγυπτίας , ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται ,
9.383 αἵ θ’ ἑκατόμπυλοί εἰσι , διηκόσιοι δ’ ἀν’ ἑκάστας
9.384 ἀνέρες ἐξοιχνεῦσι σὺν ἵπποισιν καὶ ὄχεσφιν ·
9.385 οὐδ’ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε ,
9.386 οὐδέ κεν ὧς ἔτι θυμὸν ἐμὸν πείσει’ Ἀγαμέμνων
9.387 πρίν γ’ ἀπὸ πᾶσαν ἐμοὶ δόμεναι θυμαλγέα λώβην .
9.388 κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο ,
9.389 οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι ,
9.390 ἔργα δ’ Ἀθηναίῃ γλαυκώπιδι ἰσοφαρίζοι ·
9.391 οὐδέ μιν ὧς γαμέω · δ’ Ἀχαιῶν ἄλλον ἑλέσθω ,
9.392 ὅς τις οἷ τ’ ἐπέοικε καὶ ὃς βασιλεύτερός ἐστιν .
9.393 ἢν γὰρ δή με σαῶσι θεοὶ καὶ οἴκαδ’ ἵκωμαι ,
9.394 Πηλεύς θήν μοι ἔπειτα γυναῖκά γε μάσσεται αὐτός .
9.395 πολλαὶ Ἀχαιΐδες εἰσὶν ἀν’ Ἑλλάδα τε Φθίην τε
9.396 κοῦραι ἀριστήων , οἵ