5.872 ;
5.873 αἰεί τοι ῥίγιστα θεοὶ τετληότες εἰμὲν
5.874 ἀλλήλων ἰότητι , χάριν ἄνδρεσσι φέροντες .
5.875 σοὶ πάντες μαχόμεσθα · σὺ γὰρ τέκες ἄφρονα κούρην
5.876 οὐλομένην , τ’ αἰὲν ἀήσυλα ἔργα μέμηλεν .
5.877 ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
5.878 σοί τ’ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος ·
5.879 ταύτην δ’ οὔτ’ ἔπεϊ προτιβάλλεαι οὔτέ τι ἔργῳ ,
5.880 ἀλλ’ ἀνιεῖς , ἐπεὶ αὐτὸς ἐγείναο παῖδ’ ἀΐδηλον ·
5.881 νῦν Τυδέος υἱὸν ὑπερφίαλον Διομήδεα
5.882 μαργαίνειν ἀνέηκεν ἐπ’ ἀθανάτοισι θεοῖσι .
5.883 Κύπριδα μὲν πρῶτον σχεδὸν οὔτασε χεῖρ’ ἐπὶ καρπῷ ,
5.884 αὐτὰρ ἔπειτ’ αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος ·
5.885 ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες · τέ κε δηρὸν
5.886 αὐτοῦ πήματ’ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν ,
5.887 κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι .
5.888 τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη νεφεληγερέτα Ζεύς .
5.889 μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε .
5.890 ἔχθιστος δέ μοί ἐσσι θεῶν οἳ Ὄλυμπον ἔχουσιν ·
5.891 αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε .
5.892 μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτὸν
5.893 Ἥρης · τὴν μὲν ἐγὼ σπουδῇ δάμνημ’ ἐπέεσσι ·
5.894 τώ σ’ ὀΐω κείνης τάδε πάσχειν ἐννεσίῃσιν .
5.895 ἀλλ’ οὐ μάν σ’ ἔτι δηρὸν ἀνέξομαι ἄλγε’ ἔχοντα ·
5.896 ἐκ γὰρ ἐμεῦ γένος ἐσσί , ἐμοὶ δέ σε γείνατο μήτηρ ·
5.897 εἰ δέ τευ ἐξ ἄλλου γε θεῶν γένευ ὧδ’ ἀΐδηλος
5.898 καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων .
5.899 ὣς φάτο , καὶ Παιήον’ ἀνώγειν ἰήσασθαι .
5.900 τῷ δ’ ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων
5.901 ἠκέσατ’ · οὐ μὲν γάρ τι καταθνητός γ’ ἐτέτυκτο .
5.902 ὡς δ’ ὅτ’ ὀπὸς γάλα