5.777 Σιμόεις ἀνέτειλε νέμεσθαι .
5.778 αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι
5.779 ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι ·
5.780 ἀλλ’ ὅτε δή ῥ’ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι
5.781 ἕστασαν ἀμφὶ βίην Διομήδεος ἱπποδάμοιο
5.782 εἰλόμενοι λείουσιν ἐοικότες ὠμοφάγοισιν
5.783 συσὶ κάπροισιν , τῶν τε σθένος οὐκ ἀλαπαδνόν ,
5.784 ἔνθα στᾶσ’ ἤϋσε θεὰ λευκώλενος Ἥρη
5.785 Στέντορι εἰσαμένη μεγαλήτορι χαλκεοφώνῳ ,
5.786 ὃς τόσον αὐδήσασχ’ ὅσον ἄλλοι πεντήκοντα ·
5.787 αἰδὼς Ἀργεῖοι κάκ’ ἐλέγχεα εἶδος ἀγητοί ·
5.788 ὄφρα μὲν ἐς πόλεμον πωλέσκετο δῖος Ἀχιλλεύς ,
5.789 οὐδέ ποτε Τρῶες πρὸ πυλάων Δαρδανιάων
5.790 οἴχνεσκον · κείνου γὰρ ἐδείδισαν ὄβριμον ἔγχος ·
5.791 νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται .
5.792 ὣς εἰποῦσ’ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου .
5.793 Τυδεΐδῃ δ’ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη ·
5.794 εὗρε δὲ τόν γε ἄνακτα παρ’ ἵπποισιν καὶ ὄχεσφιν
5.795 ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ .
5.796 ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος
5.797 ἀσπίδος εὐκύκλου · τῷ τείρετο , κάμνε δὲ χεῖρα ,
5.798 ἂν δ’ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμ’ ἀπομόργνυ .
5.799 ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε ·
5.800 ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς .
5.801 Τυδεύς τοι μικρὸς μὲν ἔην δέμας , ἀλλὰ μαχητής ·
5.802 καί ῥ’ ὅτε πέρ μιν ἐγὼ πολεμίζειν οὐκ εἴασκον
5.803 οὐδ’ ἐκπαιφάσσειν , ὅτε τ’ ἤλυθε νόσφιν Ἀχαιῶν
5.804 ἄγγελος ἐς Θήβας πολέας μετὰ Καδμείωνας ·
5.805 δαίνυσθαί μιν ἄνωγον ἐνὶ μεγάροισιν ἕκηλον ·
5.806 αὐτὰρ θυμὸν ἔχων ὃν καρτερὸν ὡς τὸ πάρος περ
5.807 κούρους Καδμείων προκαλίζετο , πάντα δ’ ἐνίκα
5.808 ῥηϊδίως · τοίη οἱ ἐγὼν ἐπιτάρροθος ἦα .
5.809 σοὶ δ’ ἤτοι μὲν ἐγὼ παρά θ’ ἵσταμαι ἠδὲ φυλάσσω ,