5.745 ἐς δ’ ὄχεα φλόγεα ποσὶ βήσετο , λάζετο δ’ ἔγχος
5.746 βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
5.747 ἡρώων , οἷσίν τε κοτέσσεται ὀβριμοπάτρη .
5.748 Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους ·
5.749 αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι ,
5.750 τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
5.751 ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ’ ἐπιθεῖναι .
5.752 τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους ·
5.753 εὗρον δὲ Κρονίωνα θεῶν ἄτερ ἥμενον ἄλλων
5.754 ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο .
5.755 ἔνθ’ ἵππους στήσασα θεὰ λευκώλενος Ἥρη
5.756 Ζῆν’ ὕπατον Κρονίδην ἐξείρετο καὶ προσέειπε ·
5.757 Ζεῦ πάτερ οὐ νεμεσίζῃ Ἄρῃ τάδε καρτερὰ ἔργα
5.758 ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν
5.759 μὰψ ἀτὰρ οὐ κατὰ κόσμον ἐμοὶ δ’ ἄχος , οἳ δὲ ἕκηλοι
5.760 τέρπονται Κύπρίς τε καὶ ἀργυρότοξος Ἀπόλλων
5.761 ἄφρονα τοῦτον ἀνέντες , ὃς οὔ τινα οἶδε θέμιστα ;
5.762 Ζεῦ πάτερ ῥά τί μοι κεχολώσεαι , αἴ κεν Ἄρηα
5.763 λυγρῶς πεπληγυῖα μάχης ἐξαποδίωμαι ;
5.764 τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
5.765 ἄγρει μάν οἱ ἔπορσον Ἀθηναίην ἀγελείην ,
5.766 μάλιστ’ εἴωθε κακῇς ὀδύνῃσι πελάζειν .
5.767 ὣς ἔφατ’ , οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη ,
5.768 μάστιξεν δ’ ἵππους · τὼ δ’ οὐκ ἀέκοντε πετέσθην
5.769 μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος .
5.770 ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
5.771 ἥμενος ἐν σκοπιῇ , λεύσσων ἐπὶ οἴνοπα πόντον ,
5.772 τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι .
5.773 ἀλλ’ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε ,
5.774 ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος ,
5.775 ἔνθ’ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη
5.776 λύσασ’ ἐξ ὀχέων , περὶ δ’ ἠέρα πουλὺν ἔχευε ·
5.777 τοῖσιν δ’ ἀμβροσίην