5.649 ἀφραδίῃσιν ἀγαυοῦ Λαομέδοντος ,
5.650 ὅς ῥά μιν εὖ ἕρξαντα κακῷ ἠνίπαπε μύθῳ ,
5.651 οὐδ’ ἀπέδωχ’ ἵππους , ὧν εἵνεκα τηλόθεν ἦλθε .
5.652 σοὶ δ’ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν
5.653 ἐξ ἐμέθεν τεύξεσθαι , ἐμῷ δ’ ὑπὸ δουρὶ δαμέντα
5.654 εὖχος ἐμοὶ δώσειν , ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ .
5.655 ὣς φάτο Σαρπηδών , δ’ ἀνέσχετο μείλινον ἔγχος
5.656 Τληπόλεμος · καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
5.657 ἐκ χειρῶν ἤϊξαν · μὲν βάλεν αὐχένα μέσσον
5.658 Σαρπηδών , αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή ·
5.659 τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε .
5.660 Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ
5.661 βεβλήκειν , αἰχμὴ δὲ διέσσυτο μαιμώωσα
5.662 ὀστέω ἐγχριμφθεῖσα , πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν .
5.663 οἳ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
5.664 ἐξέφερον πολέμοιο · βάρυνε δέ μιν δόρυ μακρὸν
5.665 ἑλκόμενον · τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδὲ νόησε
5.666 μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη
5.667 σπευδόντων · τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες .
5.668 Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
5.669 ἐξέφερον πολέμοιο · νόησε δὲ δῖος Ὀδυσσεὺς
5.670 τλήμονα θυμὸν ἔχων , μαίμησε δέ οἱ φίλον ἦτορ ·
5.671 μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
5.672 προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι ,
5.673 γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο .
5.674 οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
5.675 ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ ·
5.676 τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη .
5.677 ἔνθ’ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
5.678 Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε .
5.679 καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
5.680 εἰ μὴ ἄρ’