1.593 ἐνῆεν ·
1.594 ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα .
1.595 ὣς φάτο , μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη ,
1.596 μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον ·
1.597 αὐτὰρ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
1.598 οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων ·
1.599 ἄσβεστος δ’ ἄρ’ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
1.600 ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα .
1.601 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
1.602 δαίνυντ’ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης ,
1.603 οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’ Ἀπόλλων ,
1.604 Μουσάων θ’ αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ .
1.605 αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο ,
1.606 οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος ,
1.607 ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
1.608 Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι ·
1.609 Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’ Ὀλύμπιος ἀστεροπητής ,
1.610 ἔνθα πάρος κοιμᾶθ’ ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι ·
1.611 ἔνθα καθεῦδ’ ἀναβάς , παρὰ δὲ χρυσόθρονος Ἥρη .