1.563 .
1.564 εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι ·
1.565 ἀλλ’ ἀκέουσα κάθησο , ἐμῷ δ’ ἐπιπείθεο μύθῳ ,
1.566 μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
1.567 ἆσσον ἰόνθ’ , ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω .
1.568 ὣς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη ,
1.569 καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ ·
1.570 ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες ·
1.571 τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν
1.572 μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ ·
1.573 δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά ,
1.574 εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε ,
1.575 ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον · οὐδέ τι δαιτὸς
1.576 ἐσθλῆς ἔσσεται ἦδος , ἐπεὶ τὰ χερείονα νικᾷ .
1.577 μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
1.578 πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί , ὄφρα μὴ αὖτε
1.579 νεικείῃσι πατήρ , σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ .
1.580 εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς
1.581 ἐξ ἑδέων στυφελίξαι · γὰρ πολὺ φέρτατός ἐστιν .
1.582 ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν ·
1.583 αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν .
1.584 ὣς ἄρ’ ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
1.585 μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε ·
1.586 τέτλαθι μῆτερ ἐμή , καὶ ἀνάσχεο κηδομένη περ ,
1.587 μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι
1.588 θεινομένην , τότε δ’ οὔ τι δυνήσομαι ἀχνύμενός περ
1.589 χραισμεῖν · ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι ·
1.590 ἤδη γάρ με καὶ ἄλλοτ’ ἀλεξέμεναι μεμαῶτα
1.591 ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο ,
1.592 πᾶν δ’ ἦμαρ φερόμην , ἅμα δ’ ἠελίῳ καταδύντι
1.593 κάππεσον ἐν Λήμνῳ , ὀλίγος δ’ ἔτι θυμὸς