1.505 τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων
1.506 ἔπλετ’ · ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
1.507 ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας .
1.508 ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ ·
1.509 τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ
1.510 υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ τιμῇ .
1.511 ὣς φάτο · τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς ,
1.512 ἀλλ’ ἀκέων δὴν ἧστο · Θέτις δ’ ὡς ἥψατο γούνων
1.513 ὣς ἔχετ’ ἐμπεφυυῖα , καὶ εἴρετο δεύτερον αὖτις ·
1.514 νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
1.515 ἀπόειπ’ , ἐπεὶ οὔ τοι ἔπι δέος , ὄφρ’ ἐῢ εἰδέω
1.516 ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι .
1.517 τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
1.518 δὴ λοίγια ἔργ’ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις
1.519 Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν ·
1.520 δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι
1.521 νεικεῖ , καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν .
1.522 ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
1.523 Ἥρη · ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω ·
1.524 εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς ·
1.525 τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον
1.526 τέκμωρ · οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
1.527 οὐδ’ ἀτελεύτητον τί κεν κεφαλῇ κατανεύσω .
1.528 καὶ κυανέῃσιν ἐπ’ ὀφρύσι νεῦσε Κρονίων ·
1.529 ἀμβρόσιαι δ’ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
1.530 κρατὸς ἀπ’ ἀθανάτοιο · μέγαν δ’ ἐλέλιξεν Ὄλυμπον .
1.531 τώ γ’ ὣς βουλεύσαντε διέτμαγεν · μὲν ἔπειτα
1.532 εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’ αἰγλήεντος Ὀλύμπου ,
1.533 Ζεὺς δὲ ἑὸν πρὸς δῶμα · θεοὶ