9.80 ἐνθαῦτα πολλὰ μὲν κλέπτοντες ἐπώλεον πρὸς τοὺς Αἰγινήτας οἱ εἵλωτες , πολλὰ δὲ καὶ ἀπεδείκνυσαν , ὅσα αὐτῶν οὐκ οἷά τε ἦν κρύψαι · ὥστε Αἰγινήτῃσι οἱ μεγάλοι πλοῦτοι ἀρχὴν ἐνθεῦτεν ἐγένοντο , οἳ τὸν χρυσὸν ἅτε ἐόντα χαλκὸν δῆθεν παρὰ τῶν εἱλώτων ὠνέοντο .
9.81 συμφορήσαντες δὲ τὰ χρήματα καὶ δεκάτην ἐξελόντες τῷ ἐν Δελφοῖσι θεῷ , ἀπ’ ἧς τρίπους χρύσεος ἀνετέθη ἐπὶ τοῦ τρικαρήνου ὄφιος τοῦ χαλκέου ἐπεστεὼς ἄγχιστα τοῦ βωμοῦ , καὶ τῷ ἐν Ὀλυμπίῃ θεῷ ἐξελόντες , ἀπ’ ἧς δεκάπηχυν χάλκεον Δία ἀνέθηκαν , καὶ τῷ ἐν Ἰσθμῷ θεῷ , ἀπ’ ἧς ἑπτάπηχυς χάλκεος Ποσειδέων ἐξεγένετο , ταῦτα ἐξελόντες τὰ λοιπὰ διαιρέοντο , καὶ ἔλαβον ἕκαστοι τῶν ἄξιοι ἦσαν , καὶ τὰς παλλακὰς τῶν Περσέων καὶ τὸν χρυσὸν καὶ ἄργυρον καὶ ἄλλα χρήματα τε καὶ ὑποζύγια . ὃσα μέν νυν ἐξαίρετα τοῖσι ἀριστεύσασι αὐτῶν ἐν Πλαταιῇσι ἐδόθη , οὐ λέγεται πρὸς οὐδαμῶν , δοκέω δ’ ἔγωγε καὶ τούτοισι δοθῆναι · Παυσανίη · δὲ πάντα δέκα ἐξαιρέθη τε καὶ ἐδόθη , γυναῖκες ἵπποι τάλαντα κάμηλοι , ὣς δὲ αὕτως καὶ τἆλλα χρήματα .
9.82 λέγεται δὲ καὶ τάδε γενέσθαι , ὡς Ξέρξης φεύγων ἐκ τῆς Ἑλλάδος Μαρδονίῳ τὴν κατασκευὴν καταλίποι τὴν ἑωυτοῦ · Παυσανίην ὦν ὁρῶντα τὴν Μαρδονίου κατασκευὴν χρυσῷ τε καὶ ἀργύρῳ καὶ παραπετάσμασι ποικίλοισι κατεσκευασμένην , κελεῦσαι τούς τε ἀρτοκόπους καὶ τοὺς ὀψοποιοὺς κατὰ ταὐτὰ καθὼς Μαρδονίῳ δεῖπνον παρασκευάζειν .