9.79 μὲν δοκέων χαρίζεσθαι ἔλεγε τάδε , δ’ ἀνταμείβετο τοῖσιδε . ʹ ξεῖνε Αἰγινῆτα , τὸ μὲν εὐνοέειν τε καὶ προορᾶν ἄγαμαί σευ , γνώμης μέντοι ἡμάρτηκας χρηστῆς · ἐξαείρας γάρ με ὑψοῦ καὶ τὴν πάτρην καὶ τὸ ἔργον , ἐς τὸ μηδὲν κατέβαλες παραινέων νεκρῷ λυμαίνεσθαι , καὶ ἢν ταῦτα ποιέω , φὰς ἄμεινόν με ἀκούσεσθαι · τὰ πρέπει μᾶλλον βαρβάροισι ποιέειν περ Ἕλλησι · καὶ ἐκείνοισι δὲ ἐπιφθονέομεν . ἐγὼ δ’ ὦν τούτου εἵνεκα μήτε Αἰγινήτῃσι ἅδοιμι μήτε τοῖσι ταῦτα ἀρέσκεται , ἀποχρᾷ δέ μοι Σπαρτιήτῃσι ἀρεσκόμενον ὅσια μὲν ποιέειν , ὅσια δὲ καὶ λέγειν . Λεωνίδῃ δέ , τῷ με κελεύεις τιμωρῆσαι , φημὶ μεγάλως τετιμωρῆσθαι , ψυχῇσί τε τῇσι τῶνδε ἀναριθμήτοισι τετίμηται αὐτός τε καὶ οἱ ἄλλοι οἱ ἐν Θερμοπύλῃσι τελευτήσαντες . σὺ μέντοι ἔτι ἔχων λόγον τοιόνδε μήτε προσέλθῃς ἔμοιγε μήτε συμβουλεύσῃς , χάριν τε ἴσθι ἐὼν ἀπαθής . ʹ
9.80 μὲν ταῦτα ἀκούσας ἀπαλλάσσετο . Παυσανίης δὲ κήρυγμα ποιησάμενος μηδένα ἅπτεσθαι τῆς ληίης , συγκομίζειν ἐκέλευε τοὺς εἵλωτας τὰ χρήματα . οἳ δὲ ἀνὰ τὸ στρατόπεδον σκιδνάμενοι εὕρισκον σκηνὰς κατεσκευασμένας χρυσῷ καὶ ἀργύρῳ , κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους , κρητῆράς τε χρυσέους καὶ φιάλας τε καὶ ἄλλα ἐκπώματα · σάκκους τε ἐπ’ ἁμαξέων εὕρισκον , ἐν τοῖσι λέβητες ἐφαίνοντο ἐνεόντες χρύσεοί τε καὶ ἀργύρεοι · ἀπό τε τῶν κειμένων νεκρῶν ἐσκύλευον ψέλιά τε καὶ στρεπτοὺς καὶ τοὺς ἀκινάκας ἐόντας χρυσέους , ἐπεὶ ἐσθῆτός γε ποικίλης λόγος ἐγίνετο οὐδείς .