9.61 οὕτω δὴ μουνωθέντες Λακεδαιμόνιοι καὶ Τεγεῆται , ἐόντες σὺν ψιλοῖσι ἀριθμὸν οἳ μὲν πεντακισμύριοι Τεγεῆται δὲ τρισχίλιοι ʹοὗτοι γὰρ οὐδαμὰ ἀπεσχίζοντο ἀπὸ Λακεδαιμονίων̓ , ἐσφαγιάζοντο ὡς συμβαλέοντες Μαρδονίῳ καὶ τῇ στρατιῇ τῇ παρεούσῃ . καὶ οὐ γάρ σφι ἐγίνετο τὰ σφάγια χρηστά , ἔπιπτον δὲ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ πολλοὶ καὶ πολλῷ πλεῦνες ἐτρωματίζοντο · φράξαντες γὰρ τὰ γέρρα οἱ Πέρσαι ἀπίεσαν τῶν τοξευμάτων πολλὰ ἀφειδέως , οὕτω ὥστε πιεζομένων τῶν Σπαρτιητέων καὶ τῶν σφαγίων οὐ γινομένων ἀποβλέψαντα τὸν Παυσανίην πρὸς τὸ Ἥραιον τὸ Πλαταιέων ἐπικαλέσασθαι τὴν θεόν , χρηίζοντα μηδαμῶς σφέας ψευσθῆναι τῆς ἐλπίδος .
9.62 ταῦτα δ’ ἔτι τούτου ἐπικαλεομένου προεξαναστάντες πρότεροι οἱ Τεγεῆται ἐχώρεον ἐς τοὺς βαρβάρους , καὶ τοῖσι Λακεδαιμονίοισι αὐτίκα μετὰ τὴν εὐχὴν τὴν Παυσανίεω ἐγίνετο θυομένοισι τὰ σφάγια χρηστά · ὡς δὲ χρόνῳ κοτὲ ἐγένετο , ἐχώρεον καὶ οὗτοι ἐπὶ τοὺς Πέρσας , καὶ οἱ Πέρσαι ἀντίοι τὰ τόξα μετέντες . ἐγίνετο δὲ πρῶτον περὶ τὰ γέρρα μάχη . ὡς δὲ ταῦτα ἐπεπτώκεε , ἤδη ἐγίνετο μάχη ἰσχυρὴ παρ’ αὐτὸ τὸ Δημήτριον καὶ χρόνον ἐπὶ πολλόν , ἐς ἀπίκοντο ἐς ὠθισμόν · τὰ γὰρ δόρατα ἐπιλαμβανόμενοι κατέκλων οἱ βάρβαροι . λήματι μέν νυν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν οἱ Πέρσαι , ἄνοπλοι δὲ ἐόντες καὶ πρὸς ἀνεπιστήμονες ἦσαν καὶ οὐκ ὅμοιοι τοῖσι ἐναντίοισι σοφίην , προεξαΐσσοντες δὲ κατ’ ἕνα καὶ δέκα , καὶ πλεῦνές τε καὶ ἐλάσσονες συστρεφόμενοι , ἐσέπιπτον ἐς τοὺς Σπαρτιήτας καὶ διεφθείροντο .