9.59 Πέρσας δὲ ὁρῶντες ὁρμημένους διώκειν τοὺς Ἕλληνας οἱ λοιποὶ τῶν βαρβαρικῶν τελέων ἄρχοντες αὐτίκα πάντες ἤειραν τὰ σημήια , καὶ ἐδίωκον ὡς ποδῶν ἕκαστος εἶχον , οὔτε κόσμῳ οὐδενὶ κοσμηθέντες οὔτε τάξι .
9.60 καὶ οὗτοι μὲν βοῇ τε καὶ ὁμίλῳ ἐπήισαν ὡς ἀναρπασόμενοι τοὺς Ἕλληνας · Παυσανίης δέ , ὡς προσέκειτο ἵππος , πέμψας πρὸς τοὺς Ἀθηναίους ἱππέα λέγει τάδε . ʹ ἄνδρες Ἀθηναῖοι , ἀγῶνος μεγίστου προκειμένου ἐλευθέρην εἶναι δεδουλωμένην τὴν Ἑλλάδα , προδεδόμεθα ὑπὸ τῶν συμμάχων ἡμεῖς τε οἱ Λακεδαιμόνιοι καὶ ὑμεῖς οἱ Ἀθηναῖοι ὑπὸ τὴν παροιχομένην νύκτα διαδράντων . νῦν ὦν δέδοκται τὸ ἐνθεῦτεν τὸ ποιητέον ἡμῖν · ἀμυνομένους γὰρ τῇ δυνάμεθα ἄριστα περιστέλλειν ἀλλήλους . εἰ μέν νυν ἐς ὑμέας ὅρμησε ἀρχὴν ἵππος , χρῆν δὴ ἡμέας τε καὶ τοὺς μετ’ ἡμέων τὴν Ἑλλάδα οὐ προδιδόντας Τεγεήτας βοηθέειν ὑμῖν · νῦν δέ , ἐς ἡμέας γὰρ ἅπασα κεχώρηκε , δίκαιοι ἐστὲ ὑμεῖς πρὸς τὴν πιεζομένην μάλιστα τῶν μοιρέων ἀμυνέοντες ἰέναι . εἰ δ’ ἄρα αὐτοὺς ὑμέας καταλελάβηκε ἀδύνατόν τι βοηθέειν , ὑμεῖς δ’ ἡμῖν τοὺς τοξότας ἀποπέμψαντες χάριν θέσθε . συνοίδαμεν δὲ ὑμῖν ὑπὸ τὸν παρεόντα τόνδε πόλεμον ἐοῦσι πολλὸν προθυμοτάτοισι , ὥστε καὶ ταῦτα ἐσακούειν . ʹ
9.61 ταῦτα οἱ Ἀθηναῖοι ὡς ἐπύθοντο , ὁρμέατο βοηθέειν καὶ τὰ μάλιστα ἐπαμύνειν · καί σφι ἤδη στείχουσι ἐπιτίθενται οἱ ἀντιταχθέντες Ἑλλήνων τῶν μετὰ βασιλέος γενομένων , ὥστε μηκέτι δύνασθαι βοηθῆσαι · τὸ γὰρ προσκείμενον σφέας ἐλύπεε .