8.53 χρόνῳ δ’ ἐκ τῶν ἀπόρων ἐφάνη δή τις ἔξοδος τοῖσι βαρβάροισι · ἔδεε γὰρ κατὰ τὸ θεοπρόπιον πᾶσαν τὴν Ἀττικὴν τὴν ἐν τῇ ἠπείρῳ γενέσθαι ὑπὸ Πέρσῃσι . ἔμπροσθε ὦν πρὸ τῆς ἀκροπόλιος , ὄπισθε δὲ τῶν πυλέων καὶ τῆς ἀνόδου , τῇ δὴ οὔτε τις ἐφύλασσε οὔτ’ ἂν ἤλπισε μή κοτέ τις κατὰ ταῦτα ἀναβαίη ἀνθρώπων , ταύτῃ ἀνέβησαν τινὲς κατὰ τὸ ἱρὸν τῆς Κέκροπος θυγατρὸς Ἀγλαύρου , καίτοι περ ἀποκρήμνου ἐόντος τοῦ χώρου . ὡς δὲ εἶδον αὐτοὺς ἀναβεβηκότας οἱ Ἀθηναῖοι ἐπὶ τὴν ἀκρόπολιν , οἳ μὲν ἐρρίπτεον ἑωυτοὺς κατὰ τοῦ τείχεος κάτω καὶ διεφθείροντο , οἳ δὲ ἐς τὸ μέγαρον κατέφευγον . τῶν δὲ Περσέων οἱ ἀναβεβηκότες πρῶτον μὲν ἐτράποντο πρὸς τὰς πύλας , ταύτας δὲ ἀνοίξαντες τοὺς ἱκέτας ἐφόνευον · ἐπεὶ δέ σφι πάντες κατέστρωντο , τὸ ἱρὸν συλήσαντες ἐνέπρησαν πᾶσαν τὴν ἀκρόπολιν .
8.54 σχὼν δὲ παντελέως τὰς Ἀθήνας Ξέρξης ἀπέπεμψε ἐς Σοῦσα ἄγγελον ἱππέα Ἀρταβάνῳ ἀγγελέοντα τὴν παρεοῦσάν σφι εὐπρηξίην . ἀπὸ δὲ τῆς πέμψιος τοῦ κήρυκος δευτέρῃ ἡμέρῃ συγκαλέσας Ἀθηναίων τοὺς φυγάδας , ἑωυτῷ δὲ ἑπομένους , ἐκέλευε τρόπῳ τῷ σφετέρῳ θῦσαι τὰ ἱρὰ ἀναβάντας ἐς τὴν ἀκρόπολιν , εἴτε δὴ ὦν ὄψιν τινὰ ἰδὼν ἐνυπνίου ἐνετέλλετο ταῦτα , εἴτε καὶ ἐνθύμιόν οἱ ἐγένετο ἐμπρήσαντι τὸ ἱρόν . οἱ δὲ φυγάδες τῶν Ἀθηναίων ἐποίησαν τὰ ἐντεταλμένα .