8.51 ἀπὸ δὲ τῆς διαβάσιος τοῦ Ἑλλησπόντου , ἔνθεν πορεύεσθαι ἤρξαντο οἱ βάρβαροι , ἕνα αὐτοῦ διατρίψαντες μῆνα ἐν τῷ διέβαινον ἐς τὴν Εὐρώπην , ἐν τρισὶ ἑτέροισι μησὶ ἐγένοντο ἐν τῇ Ἀττικῇ , Καλλιάδεω ἄρχοντος Ἀθηναίοισι . καὶ αἱρέουσι ἔρημον τὸ ἄστυ , καί τινας ὀλίγους εὑρίσκουσι τῶν Ἀθηναίων ἐν τῷ ἱρῷ ἐόντας , ταμίας τε τοῦ ἱροῦ καὶ πένητας ἀνθρώπους , οἳ φραξάμενοι τὴν ἀκρόπολιν θύρῃσί τε καὶ ξύλοισι ἠμύνοντο τοὺς ἐπιόντας , ἅμα μὲν ὑπ’ ἀσθενείης βίου οὐκ ἐκχωρήσαντες ἐς Σαλαμῖνα , πρὸς δὲ αὐτοὶ δοκέοντες ἐξευρηκέναι τὸ μαντήιον τὸ Πυθίη σφι ἔχρησε , τὸ ξύλινον τεῖχος ἀνάλωτον ἔσεσθαι · αὐτὸ δὴ τοῦτο εἶναι τὸ κρησφύγετον κατὰ τὸ μαντήιον καὶ οὐ τὰς νέας .
8.52 οἱ δὲ Πέρσαι ἱζόμενοι ἐπὶ τὸν καταντίον τῆς ἀκροπόλιος ὄχθον , τὸν Ἀθηναῖοι καλέουσι Ἀρήιον πάγον , ἐπολιόρκεον τρόπον τοιόνδε · ὅκως στυππεῖον περὶ τοὺς ὀιστοὺς περιθέντες ἅψειαν , ἐτόξευον ἐς τὸ φράγμα . ἐνθαῦτα Ἀθηναίων οἱ πολιορκεόμενοι ὅμως ἠμύνοντο , καίπερ ἐς τὸ ἔσχατον κακοῦ ἀπιγμένοι καὶ τοῦ φράγματος προδεδωκότος · οὐδὲ λόγους τῶν Πεισιστρατιδέων προσφερόντων περὶ ὁμολογίης ἐνεδέκοντο , ἀμυνόμενοι δὲ ἄλλα τε ἀντεμηχανῶντο καὶ δὴ καὶ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας ὀλοιτρόχους ἀπίεσαν , ὥστε Ξέρξην ἐπὶ χρόνον συχνὸν ἀπορίῃσι ἐνέχεσθαι οὐ δυνάμενον σφέας ἑλεῖν .