7.135 ʹ ἄνδρες Λακεδαιμόνιοι , τί δὴ φεύγετε βασιλέι φίλοι γενέσθαι ; ὁρᾶτε γὰρ ὡς ἐπίσταται βασιλεὺς ἄνδρας ἀγαθοὺς τιμᾶν , ἐς ἐμέ τε καὶ τὰ ἐμὰ πρήγματα ἀποβλέποντες . οὕτω δὲ καὶ ὑμεῖς εἰ δοίητε ὑμέας αὐτοὺς βασιλέι , δεδόξωσθε γὰρ πρὸς αὐτοῦ ἄνδρες εἶναι ἀγαθοί , ἕκαστος ἂν ὑμέων ἄρχοι γῆς Ἑλλάδος δόντος βασιλέος . ʹ πρὸς ταῦτα ὑπεκρίναντο τάδε . ʹ Ὕδαρνες , οὐκ ἐξ ἴσου γίνεται συμβουλίη ἐς ἡμέας τείνουσα . τοῦ μὲν γὰρ πεπειρημένος συμβουλεύεις , τοῦ δὲ ἄπειρος ἐών · τὸ μὲν γὰρ δοῦλος εἶναι ἐξεπίστεαι , ἐλευθερίης δὲ οὔκω ἐπειρήθης , οὔτ’ εἰ ἔστι γλυκὺ οὔτ’ εἰ μή . εἰ γὰρ αὐτῆς πειρήσαιο , οὐκ ἂν δόρασι συμβουλεύοις ἡμῖν περὶ αὐτῆς μάχεσθαι , ἀλλὰ καὶ πελέκεσι . ʹ
7.136 ταῦτα μὲν Ὑδάρνεα ἀμείψαντο . ἐνθεῦτεν δὲ ὡς ἀνέβησαν ἐς Σοῦσα καὶ βασιλέι ἐς ὄψιν ἦλθον , πρῶτα μὲν τῶν δορυφόρων κελευόντων καὶ ἀνάγκην σφι προσφερόντων προσκυνέειν βασιλέα προσπίπτοντας , οὐκ ἔφασαν ὠθεόμενοι ὑπ’ αὐτῶν ἐπὶ κεφαλὴν ποιήσειν ταῦτα οὐδαμά · οὔτε γὰρ σφίσι ἐν νόμῳ εἶναι ἄνθρωπον προσκυνέειν οὔτε κατὰ ταῦτα ἥκειν . ὡς δὲ ἀπεμαχέσαντο τοῦτο , δεύτερά σφι λέγουσι τάδε καὶ λόγου τοιοῦδε ἐχόμενα