7.133 τούτων μὲν εἵνεκα οὐκ ἔπεμψε Ξέρξης τοὺς αἰτήσοντας · τι δὲ τοῖσι Ἀθηναίοισι ταῦτα ποιήσασι τοὺς κήρυκας συνήνεικε ἀνεθέλητον γενέσθαι , οὐκ ἔχω εἶπαί τι , πλὴν ὅτι σφέων χώρη καὶ πόλις ἐδηιώθη . ἀλλὰ τοῦτο οὐ διὰ ταύτην τὴν αἰτίην δοκέω γενέσθαι .
7.134 τοῖσι δὲ ὦν Λακεδαιμονίοισι μῆνις κατέσκηψε Ταλθυβίου τοῦ Ἀγαμέμνονος κήρυκος . ἐν γὰρ Σπάρτῃ ἐστὶ Ταλθυβίου ἱρόν , εἰσὶ δὲ καὶ ἀπόγονοι Ταλθυβιάδαι καλεόμενοι , τοῖσι αἱ κηρυκηίαι αἱ ἐκ Σπάρτης πᾶσαι γέρας δέδονται . μετὰ δὲ ταῦτα τοῖσι Σπαρτιήτῃσι καλλιερῆσαι θυομένοισι οὐκ ἐδύνατο · τοῦτο δ’ ἐπὶ χρόνον συχνὸν ἦν σφι . ἀχθομένων δὲ καὶ συμφορῇ χρεωμένων Λακεδαιμονίων , ἁλίης τε πολλάκις συλλεγομένης καὶ κήρυγμα τοιόνδε ποιευμένων , εἴ τις βούλοιτο Λακεδαιμονίων πρὸ τῆς Σπάρτης ἀποθνήσκειν , Σπερθίης τε Ἀνηρίστου καὶ Βοῦλις Νικόλεω , ἄνδρες Σπαρτιῆται φύσι τε γεγονότες εὖ καὶ χρήμασι ἀνήκοντες ἐς τὰ πρῶτα , ἐθελονταὶ ὑπέδυσαν ποινὴν τῖσαι Ξέρξῃ τῶν Δαρείου κηρύκων τῶν ἐν Σπάρτῃ ἀπολομένων . οὕτω Σπαρτιῆται τούτους ὡς ἀποθανευμένους ἐς Μήδους ἀπέπεμψαν .
7.135 αὕτη τε τόλμα τούτων τῶν ἀνδρῶν θώματος ἀξίη καὶ τάδε πρὸς τούτοισι τὰ ἔπεα . πορευόμενοι γὰρ ἐς Σοῦσα ἀπικνέονται παρὰ Ὑδάρνεα · δὲ Ὑδάρνης ἦν μὲν γένος Πέρσης , στρατηγὸς δὲ τῶν παραθαλασσίων ἀνθρώπων τῶν ἐν τῇ Ἀσίῃ · ὅς σφεας ξείνια προθέμενος ἱστία , ξεινίζων δὲ εἴρετο τάδε .