7.121 ταύτης μὲν δὴ ἐστρατήγεον Μαρδόνιός τε καὶ Μασίστης , ἑτέρη δὲ τεταγμένη ἤιε τοῦ στρατοῦ τριτημορὶς τὴν μεσόγαιαν , τῆς ἐστρατήγεον Τριτανταίχμης τε καὶ Γέργις · δὲ τρίτη τῶν μοιρέων , μετ’ ἧς ἐπορεύετο αὐτὸς Ξέρξης , ἤιε μὲν τὸ μέσον αὐτῶν , στρατηγοὺς δὲ παρείχετο Σμερδομένεά τε καὶ Μεγάβυζον .
7.122 μέν νυν ναυτικὸς στρατὸς ὡς ἀπείθη ὑπὸ Ξέρξεω καὶ διεξέπλωσε τὴν διώρυχα τὴν ἐν τῷ Ἄθῳ γενομένην , διέχουσαν δὲ ἐς κόλπον ἐν τῷ Ἄσσα τε πόλις καὶ Πίλωρος καὶ Σίγγος καὶ Σάρτη οἴκηνται , ἐνθεῦτεν , ὡς καὶ ἐκ τουτέων τῶν πολίων στρατιὴν παρέλαβε , ἔπλεε ἀπιέμενος ἐς τὸν Θερμαῖον κόλπον , κάμπτων δὲ Ἄμπελον τὴν Τορωναίην ἄκρην παραμείβετο Ἑλληνίδας γε τάσδε πόλις , ἐκ τῶν νέας τε καὶ στρατιὴν παρελάμβανε , Τορώνην Γαληψὸν Σερμύλην Μηκύβερναν Ὄλυνθον .
7.123 μέν νυν χώρη αὕτη Σιθωνίη καλέεται , δὲ ναυτικὸς στρατὸς Ξέρξεω συντάμνων ἀπ’ Ἀμπέλου ἄκρης ἐπὶ Καναστραίην ἄκρην , τὸ δὴ πάρης τῆς Παλλήνης ἀνέχει μάλιστα , ἐνθεῦτεν νέας τε καὶ στρατιὴν παρελάμβανε ἐκ Ποτιδαίης καὶ Ἀφύτιος καὶ Νέης πόλιος καὶ Αἰγῆς καὶ Θεράμβω καὶ Σκιώνης καὶ Μένδης καὶ Σάνης · αὗται γὰρ εἰσὶ αἱ τὴν νῦν Παλλήνην πρότερον δὲ Φλέγρην καλεομένην νεμόμεναι . παραπλέων δὲ καὶ ταύτην τὴν χώρην ἔπλεε ἐς τὸ προειρημένον , παραλαμβάνων στρατιὴν καὶ ἐκ τῶν προσεχέων πολίων τῇ Παλλήνῃ , ὁμουρεουσέων δὲ τῷ Θερμαίῳ κόλπῳ , τῇσι οὐνόματα ἐστὶ τάδε , Λίπαξος Κώμβρεια Αἷσα Γίγωνος Κάμψα Σμίλα Αἴνεια · δε τουτέων χώρη Κροσσαίη ἔτι καὶ ἐς τόδε καλέεται .