7.119 ὡς δὲ δείπνου ἐγίνετο ὥρη , οἱ μὲν δεκόμενοι ἔχεσκον πόνον , οἳ δὲ ὅκως πλησθέντες νύκτα αὐτοῦ ἀγάγοιεν , τῇ ὑστεραίῃ τήν τε σκηνὴν ἀνασπάσαντες καὶ τὰ ἔπιπλα πάντα λαβόντες οὕτω ἀπελαύνεσκον , λείποντες οὐδὲν ἀλλὰ φερόμενοι .
7.120 ἔνθα δὴ Μεγακρέοντος ἀνδρὸς Ἀβδηρίτεω ἔπος εὖ εἰρημένον ἐγένετο , ὃς συνεβούλευσε Ἀβδηρίτῃσι πανδημεί , αὐτοὺς καὶ γυναῖκας , ἐλθόντας ἐς τὰ σφέτερα ἱρὰ ἵζεσθαι ἱκέτας τῶν θεῶν παραιτεομένους καὶ τὸ λοιπόν σφι ἀπαμύνειν τῶν ἐπιόντων κακῶν τὰ ἡμίσεα , τῶν τε παροιχομένων ἔχειν σφι μεγάλην χάριν , ὅτι βασιλεὺς Ξέρξης οὐ δὶς ἑκάστης ἡμέρης ἐνόμισε σῖτον αἱρέεσθαι · παρέχειν γὰρ ἂν Ἀβδηρίτῃσι , εἰ καὶ ἄριστον προείρητο ὅμοια τῷ δείπνῳ παρασκευάζειν , μὴ ὑπομένειν Ξέρξην ἐπιόντα καταμείναντας κάκιστα πάντων ἀνθρώπων διατριβῆναι .
7.121 οἳ μὲν δὴ πιεζόμενοι ὅμως τὸ ἐπιτασσόμενον ἐπετέλεον . Ξέρξης δὲ ἐκ τῆς Ἀκάνθου , ἐντειλάμενος τοῖσι στρατηγοῖσι τοῦ ναυτικοῦ στρατοῦ ὑπομένειν ἐν Θέρμῃ , ἀπῆκε ἀπ’ ἑωυτοῦ πορεύεσθαι τὰς νέας , Θέρμῃ δὲ τῇ ἐν τῷ Θερμαίῳ κόλπῳ οἰκημένῃ , ἀπ’ ἧς καὶ κόλπος οὗτος τὴν ἐπωνυμίην ἔχει · ταύτῃ γὰρ ἐπυνθάνετο συντομώτατον εἶναι . μέχρι μὲν γὰρ Ἀκάνθου ὧδε τεταγμένος στρατὸς ἐκ Δορίσκου τὴν ὁδὸν ἐποιέετο · τρεῖς μοίρας Ξέρξης δασάμενος πάντα τὸν πεζὸν στρατόν , μίαν αὐτέων ἔταξε παρὰ θάλασσαν ἰέναι ὁμοῦ τῷ ναυτικῷ ·