7.104 ποιεῦσι γῶν τὰ ἂν ἐκεῖνος ἀνώγῃ · ἀνώγει δὲ τὠυτὸ αἰεί , οὐκ ἐῶν φεύγειν οὐδὲν πλῆθος ἀνθρώπων ἐκ μάχης , ἀλλὰ μένοντας ἐν τῇ τάξι ἐπικρατέειν ἀπόλλυσθαι . σοὶ δὲ εἰ φαίνομαι ταῦτα λέγων φλυηρέειν , τἆλλα σιγᾶν θέλω τὸ λοιπόν · νῦν τε ἀναγκασθεὶς ἔλεξα . γένοιτο μέντοι κατὰ νόον τοι , βασιλεῦ ʹ
7.105 μὲν δὴ ταῦτα ἀμείψατο , Ξέρξης δὲ ἐς γέλωτά τε ἔτρεψε καὶ οὐκ ἐποιήσατο ὀργὴν οὐδεμίαν , ἀλλ’ ἠπίως αὐτὸν ἀπεπέμψατο . τούτῳ δὲ ἐς λόγους ἐλθὼν Ξέρξης , καὶ ὕπαρχον ἐν τῷ Δορίσκῳ τούτῳ καταστήσας Μασκάμην τὸν Μεγαδόστεω , τὸν δὲ ὑπὸ Δαρείου σταθέντα καταπαύσας , ἐξήλαυνε τὸν στρατὸν διὰ τῆς Θρηίκης ἐπὶ τὴν Ἑλλάδα .
7.106 κατέλιπε δὲ ἄνδρα τοιόνδε Μασκάμην γενόμενον , τῷ μούνῳ Ξέρξης δῶρα πέμπεσκε ὡς ἀριστεύοντι πάντων ὅσους αὐτὸς κατέστησε Δαρεῖος ὑπάρχους , πέμπεσκε δὲ ἀνὰ πᾶν ἔτος · ὣς δὲ καὶ Ἀρτοξέρξης Ξέρξεω τοῖσι Μασκαμείοισι ἐκγόνοισι . κατέστασαν γὰρ ἔτι πρότερον ταύτης τῆς ἐλάσιος ὕπαρχοι ἐν τῇ Θρηίκῃ καὶ τοῦ Ἑλλησπόντου πανταχῇ . οὗτοι ὦν πάντες οἵ τε ἐκ Θρηίκης καὶ τοῦ Ἑλλησπόντου , πλὴν τοῦ ἐν Δορίσκῳ , ὑπὸ Ἑλλήνων ὕστερον ταύτης τῆς στρατηλασίης ἐξαιρέθησαν · τὸν δὲ ἐν Δορίσκῳ Μασκάμην οὐδαμοί κω ἐδυνάσθησαν ἐξελεῖν πολλῶν πειρησαμένων . διὰ τοῦτο δή οἱ τὰ δῶρα πέμπεται παρὰ τοῦ βασιλεύοντος αἰεὶ ἐν Πέρσῃσι .