7.103 ἀλλὰ παρ’ ἡμῖν μὲν μούνοισι τοῦτο ἐστὶ τὸ σὺ λέγεις , ἔστι γε μὲν οὐ πολλὸν ἀλλὰ σπάνιον · εἰσὶ γὰρ Περσέων τῶν ἐμῶν αἰχμοφόρων οἳ ἐθελήσουσι Ἑλλήνων ἀνδράσι τρισὶ ὁμοῦ μάχεσθαι · τῶν σὺ ἐὼν ἄπειρος πολλὰ φλυηρέεις . ʹ
7.104 πρὸς ταῦτα Δημάρητος λέγει ʹ βασιλεῦ , ἀρχῆθεν ἠπιστάμην ὅτι ἀληθείῃ χρεώμενος οὐ φίλα τοι ἐρέω · σὺ δ’ ἐπεὶ ἠνάγκασας λέγειν τῶν λόγων τοὺς ἀληθεστάτους , ἔλεγον τὰ κατήκοντα Σπαρτιήτῃσι . καίτοι ὡς ἐγὼ τυγχάνω τὰ νῦν τάδε ἐστοργὼς ἐκείνους , αὐτὸς μάλιστα ἐξεπίστεαι , οἵ με τιμήν τε καὶ γέρεα ἀπελόμενοι πατρώια ἄπολίν τε καὶ φυγάδα πεποιήκασι , πατὴρ δὲ σὸς ὑποδεξάμενος βίον τέ μοι καὶ οἶκον ἔδωκε . οὔκων οἰκός ἐστι ἄνδρα τὸν σώφρονα εὐνοίην φαινομένην διωθέεσθαι , ἀλλὰ στέργειν μάλιστα . ἐγὼ δὲ οὔτε δέκα ἀνδράσι ὑπίσχομαι οἷός τε εἶναι μάχεσθαι οὔτε δυοῖσι , ἑκών τε εἶναι οὐδ’ ἂν μουνομαχέοιμι . εἰ δὲ ἀναγκαίη εἴη μέγας τις ἐποτρύνων ἀγών , μαχοίμην ἂν πάντων ἥδιστα ἑνὶ τούτων τῶν ἀνδρῶν οἳ Ἑλλήνων ἕκαστος φησὶ τριῶν ἄξιος εἶναι . ὣς δὲ καὶ Λακεδαιμόνιοι κατὰ μὲν ἕνα μαχόμενοι οὐδαμῶν εἰσι κακίονες ἀνδρῶν , ἁλέες δὲ ἄριστοι ἀνδρῶν ἁπάντων . ἐλεύθεροι γὰρ ἐόντες οὐ πάντα ἐλεύθεροι εἰσί · ἔπεστι γάρ σφι δεσπότης νόμος , τὸν ὑποδειμαίνουσι πολλῷ ἔτι μᾶλλον οἱ σοὶ σέ .