7.10H εἰ δὲ ταῦτα μὲν ὑποδύνειν οὐκ ἐθελήσεις , σὺ δὲ πάντως στράτευμα ἀνάξεις ἐπὶ τὴν Ἑλλάδα , ἀκούσεσθαι τινὰ φημὶ τῶν αὐτοῦ τῇδε ὑπολειπομένων Μαρδόνιον , μέγα τι κακὸν ἐξεργασάμενον Πέρσας , ὑπὸ κυνῶν τε καὶ ὀρνίθων διαφορεύμενον κου ἐν γῇ τῇ Ἀθηναίων σέ γε ἐν τῇ Λακεδαιμονίων , εἰ μὴ ἄρα καὶ πρότερον κατ’ ὁδόν , γνόντα ἐπ’ οἵους ἄνδρας ἀναγινώσκεις στρατεύεσθαι βασιλέα . ʹ
7.11 Ἀρτάβανος μὲν ταῦτα ἔλεξε , Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσιδε . ʹ Ἀρτάβανε , πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός · τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων . καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ καὶ ἀθύμῳ , μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί · ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω . μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς , μὴ τιμωρησάμενος Ἀθηναίους , εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν , ἀλλ’ οὐκ ἐκεῖνοι , ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην , εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων , οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην . οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει , ἀλλὰ ποιέειν παθεῖν πρόκειται ἀγών , ἵνα τάδε πάντα ὑπὸ Ἕλλησι ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται · τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί .