7.10G ʹ σοὶ μὲν δὴ ταῦτα βασιλεῦ συμβουλεύω · σὺ δέ , παῖ Γοβρύεω Μαρδόνιε , παῦσαι λέγων λόγους ματαίους περὶ Ἑλλήνων οὐκ ἐόντων ἀξίων φλαύρως ἀκούειν . Ἕλληνας γὰρ διαβάλλων ἐπαείρεις αὐτὸν βασιλέα στρατεύεσθαι · αὐτοῦ δὲ τούτου εἵνεκα δοκέεις μοι πᾶσαν προθυμίην ἐκτείνειν . μή νυν οὕτω γένηται . διαβολὴ γὰρ ἐστὶ δεινότατον · ἐν τῇ δύο μὲν εἰσὶ οἱ ἀδικέοντες , εἷς δὲ ἀδικεόμενος . μὲν γὰρ διαβάλλων ἀδικέει οὐ παρεόντι κατηγορέων , δὲ ἀδικέει ἀναπειθόμενος πρὶν ἀτρεκέως ἐκμάθῃ · δὲ δὴ ἀπεὼν τοῦ λόγου τάδε ἐν αὐτοῖσι ἀδικέεται , διαβληθείς τε ὑπὸ τοῦ ἑτέρου καὶ νομισθεὶς πρὸς τοῦ ἑτέρου κακὸς εἶναι . ʹ
7.10H ʹ ἀλλ’ εἰ δὴ δεῖ γε πάντως ἐπὶ τοὺς ἄνδρας τούτους στρατεύεσθαι , φέρε , βασιλεὺς μὲν αὐτὸς ἐν ἤθεσι τοῖσι Περσέων μενέτω , ἡμέων δὲ ἀμφοτέρων παραβαλλομένων τὰ τέκνα , στρατηλάτεε αὐτὸς σὺ ἐπιλεξάμενός τε ἄνδρας τοὺς ἐθέλεις καὶ λαβὼν στρατιὴν ὁκόσην τινὰ βούλεαι . καὶ ἢν μὲν τῇ σὺ λέγεις ἀναβαίνῃ βασιλέι τὰ πρήγματα , κτεινέσθων οἱ ἐμοὶ παῖδες , πρὸς δὲ αὐτοῖσι καὶ ἐγώ · ἢν δὲ τῇ ἐγὼ προλέγω , οἱ σοὶ ταῦτα πασχόντων , σὺν δέ σφι καὶ σύ , ἢν ἀπονοστήσῃς .