6.36 κελευούσης δὲ καὶ τῆς Πυθίης , οὕτω δὴ Μιλτιάδης Κυψέλου , Ὀλύμπια ἀναραιρηκὼς πρότερον τούτων τεθρίππῳ , τότε παραλαβὼν Ἀθηναίων πάντα τὸν βουλόμενον μετέχειν τοῦ στόλου ἔπλεε ἅμα τοῖσι Δολόγκοισι , καὶ ἔσχε τὴν χώρην · καί μιν οἱ ἐπαγαγόμενοι τύραννον κατεστήσαντο . δὲ πρῶτον μὲν ἀπετείχισε τὸν ἰσθμὸν τῆς Χερσονήσου ἐκ Καρδίης πόλιος ἐς Πακτύην , ἵνα μὴ ἔχοιεν σφέας οἱ Ἀψίνθιοι δηλέεσθαι ἐσβάλλοντες ἐς τὴν χώρην . εἰσὶ δὲ οὗτοι στάδιοι ἕξ τε καὶ τριήκοντα τοῦ ἰσθμοῦ · ἀπὸ δὲ τοῦ ἰσθμοῦ τούτου Χερσόνησος ἔσω πᾶσα ἐστὶ σταδίων εἴκοσι καὶ τετρακοσίων τὸ μῆκος .
6.37 ἀποτειχίσας ὦν τὸν αὐχένα τῆς Χερσονήσου Μιλτιάδης καὶ τοὺς Ἀψινθίους τρόπῳ τοιούτῳ ὠσάμενος , τῶν λοιπῶν πρώτοισι ἐπολέμησε Λαμψακηνοῖσι · καί μιν οἱ Λαμψακηνοὶ λοχήσαντες αἱρέουσι ζωγρίῃ . ἦν δὲ Μιλτιάδης Κροίσῳ τῷ Λυδῷ ἐν γνώμῃ γεγονώς · πυθόμενος ὦν Κροῖσος ταῦτα , πέμπων προηγόρευε τοῖσι Λαμψακηνοῖσι μετιέναι Μιλτιάδεα · εἰ δὲ μή σφεας πίτυος τρόπον ἀπείλεε ἐκτρίψειν . πλανωμένων δὲ τῶν Λαμψακηνῶν ἐν τοῖσι λόγοισι τὸ θέλει τὸ ἔπος εἶναι τό σφι ἀπείλησε Κροῖσος , πίτυος τρόπον ἐκτρίψειν , μόγις κοτὲ μαθὼν τῶν τις πρεσβυτέρων εἶπε τὸ ἐόν , ὅτι πίτυς μούνη πάντων δενδρέων ἐκκοπεῖσα βλαστὸν οὐδένα μετιεῖ ἀλλὰ πανώλεθρος ἐξαπόλλυται . δείσαντες ὦν οἱ Λαμψακηνοὶ Κροῖσον λύσαντες μετῆκαν Μιλτιάδεα .