6.34 τῆς δὲ Χερσονήσου πλὴν Καρδίης πόλιος τὰς ἄλλας πάσας ἐχειρώσαντο οἱ Φοίνικες . ἐτυράννευε δὲ αὐτέων μέχρι τότε Μιλτιάδης Κίμωνος τοῦ Στησαγόρεω , κτησαμένου τὴν ἀρχὴν ταύτην πρότερον Μιλτιάδεω τοῦ Κυψέλου τρόπῳ τοιῷδε . εἶχον Δόλογκοι Θρήικες τὴν Χερσόνησον ταύτην . οὗτοι ὦν οἱ Δόλογκοι πιεσθέντες πολέμῳ ὑπὸ Ἀψινθίων ἐς Δελφοὺς ἔπεμψαν τοὺς βασιλέας περὶ τοῦ πολέμου χρησομένους . δὲ Πυθίη σφι ἀνεῖλε οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην τοῦτον ὃς ἂν σφέας ἀπιόντας ἐκ τοῦ ἱροῦ πρῶτος ἐπὶ ξείνια καλέσῃ . ἰόντες δὲ οἱ Δόλογκοι τὴν ἱρὴν ὁδὸν διὰ Φωκέων τε καὶ Βοιωτῶν ἤισαν · καί σφεας ὡς οὐδεὶς ἐκάλεε , ἐκτρέπονται ἐπ’ Ἀθηνέων .
6.35 ἐν δὲ τῇσι Ἀθήνῃσι τηνικαῦτα εἶχε μὲν τὸ πᾶν κράτος Πεισίστρατος , ἀτὰρ ἐδυνάστευέ γε καὶ Μιλτιάδης Κυψέλου ἐὼν οἰκίης τεθριπποτρόφου , τὰ μὲν ἀνέκαθεν ἀπ’ Αἰακοῦ τε καὶ Αἰγίνης γεγονώς , τὰ δὲ νεώτερα Ἀθηναῖος , Φιλαίου τοῦ Αἴαντος παιδὸς γενομένου πρώτου τῆς οἰκίης ταύτης Ἀθηναίου . οὗτος Μιλτιάδης κατήμενος ἐν τοῖσι προθύροισι τοῖσι ἑωυτοῦ , ὁρέων τοὺς Δολόγκους παριόντας ἐσθῆτα ἔχοντας οὐκ ἐγχωρίην καὶ αἰχμὰς προσεβώσατο καί σφι προσελθοῦσι ἐπηγγείλατο καταγωγὴν καὶ ξείνια . οἳ δὲ δεξάμενοι καὶ ξεινισθέντες ὑπ’ αὐτοῦ ἐξέφαινον πᾶν τὸ μαντήιον , ἐκφήναντες δὲ ἐδέοντο αὐτοῦ τῷ θεῷ μιν πείθεσθαι . Μιλτιάδεα δὲ ἀκούσαντα παραυτίκα ἔπεισε λόγος οἷα ἀχθόμενόν τε τῇ Πεισιστράτου ἀρχῇ καὶ βουλόμενον ἐκποδὼν εἶναι . αὐτίκα δὲ ἐστάλη ἐς Δελφούς , ἐπειρησόμενος τὸ χρηστήριον εἰ ποιοίη τά περ αὐτοῦ οἱ Δόλογκοι προσεδέοντο .