5.124 πρὸς ταῦτα δὴ ὦν συγκαλέσας τοὺς συστασιώτας ἐβουλεύετο , λέγων ὡς ἄμεινον σφίσι εἴη κρησφύγετόν τι ὑπάρχον εἶναι , ἢν ἄρα ἐξωθέωνται ἐκ τῆς Μιλήτου , εἴτε δὴ ὦν ἐς Σαρδὼ ἐκ τοῦ τόπου τούτου ἄγοι ἐς ἀποικίην , εἴτε ἐς Μύρκινον τὴν Ἠδωνῶν , τὴν Ἱστιαῖος ἐτείχεε παρὰ Δαρείου δωρεὴν λαβών . ταῦτα ἐπειρώτα Ἀρισταγόρης .
5.125 Ἑκαταίου μέν νυν τοῦ Ἡγησάνδρου , ἀνδρὸς λογοποιοῦ , τουτέων μὲν ἐς οὐδετέρην στέλλειν ἔφερε γνώμη , ἐν Λέρῳ δὲ τῇ νήσῳ τεῖχος οἰκοδομησάμενον ἡσυχίην ἄγειν , ἢν ἐκπέσῃ ἐκ τῆς Μιλήτου · ἔπειτα δὲ ἐκ ταύτης ὁρμώμενον κατελεύσεσθαι ἐς τὴν Μίλητον .
5.126 ταῦτα μὲν δὴ Ἑκαταῖος συνεβούλευε , αὐτῷ δὲ Ἀρισταγόρῃ πλείστη γνώμη ἦν ἐς τὴν Μύρκινον ἀπάγειν . τὴν μὲν δὴ Μίλητον ἐπιτράπει Πυθαγόρῃ ἀνδρὶ τῶν ἀστῶν δοκίμῳ , αὐτὸς δὲ παραλαβὼν πάντα τὸν βουλόμενον ἔπλεε ἐς τὴν Θρηίκην , καὶ ἔσχε τὴν χώρην ἐπ’ ἣν ἐστάλη · ἐκ δὲ ταύτης ὁρμώμενος ἀπόλλυται ὑπὸ Θρηίκων αὐτός τε Ἀρισταγόρης καὶ στρατὸς αὐτοῦ , πόλιν περικατήμενος καὶ βουλομένων τῶν Θρηίκων ὑποσπόνδων ἐξιέναι .