5.121 μετὰ δὲ τοῦτο τὸ τρῶμα ἀνέλαβόν τε καὶ ἀνεμαχέσαντο οἱ Κᾶρες · πυθόμενοι γὰρ ὡς στρατεύεσθαι ὁρμέαται οἱ Πέρσαι ἐπὶ τὰς πόλις σφέων , ἐλόχησαν τὴν ἐν Πηδάσῳ ὁδόν , ἐς τὴν ἐμπεσόντες οἱ Πέρσαι νυκτὸς διεφθάρησαν καὶ αὐτοὶ καὶ οἱ στρατηγοὶ αὐτῶν Δαυρίσης καὶ Ἀμόργης καὶ Σισιμάκης · σὺν δέ σφι ἀπέθανε καὶ Μύρσος Γύγεω . τοῦ δὲ λόχου τούτου ἡγεμὼν ἦν Ἡρακλείδης Ἰβανώλλιος ἀνὴρ Μυλασσεύς .
5.122 οὗτοι μέν νυν τῶν Περσέων οὕτω διεφθάρησαν · Ὑμαίης δὲ καὶ αὐτὸς ἐὼν τῶν ἐπιδιωξάντων τοὺς ἐς Σάρδις στρατευσαμένους Ἰώνων , τραπόμενος ἐς τὸν Προποντίδα εἷλε Κίον τὴν Μυσίην · ταύτην δὲ ἐξελών , ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐκλελοιπέναι Δαυρίσην καὶ στρατεύεσθαι ἐπὶ Καρίης , καταλιπὼν τὴν Προποντίδα ἐπὶ τὸν Ἑλλήσποντον ἦγε τὸν στρατόν , καὶ εἷλε μὲν Αἰολέας πάντας ὅσοι τὴν Ἰλιάδα νέμονται , εἷλε δὲ Γέργιθας τοὺς ὑπολειφθέντας τῶν ἀρχαίων Τευκρῶν · αὐτός τε Ὑμαίης αἱρέων ταῦτα τὰ ἔθνεα νούσῳ τελευτᾷ ἐν τῇ Τρῳάδι .
5.123 οὗτος μὲν δὴ οὕτω ἐτελεύτησε , Ἀρταφρένης δὲ Σαρδίων ὕπαρχος καὶ Ὀτάνης τρίτος στρατηγὸς ἐτάχθησαν ἐπὶ τὴν Ἰωνίην καὶ τὴν προσεχέα Αἰολίδα στρατεύεσθαι . Ἰωνίης μέν νυν Κλαζομενὰς αἱρέουσι , Αἰολέων δὲ Κύμην .
5.124 ἁλισκομενέων δὲ τῶν πολίων , ἦν γὰρ ὡς διέδεξε Ἀρισταγόρης Μιλήσιος ψυχὴν οὐκ ἄκρος , ὃς ταράξας τὴν Ἰωνίην καὶ ἐγκερασάμενος πρήγματα μεγάλα δρησμὸν ἐβούλευε ὁρέων ταῦτα · πρὸς δέ οἱ καὶ ἀδύνατα ἐφάνη βασιλέα Δαρεῖον ὑπερβαλέσθαι ·