5.97 νομίζουσι δὲ ταῦτα καὶ διαβεβλημένοισι ἐς τοὺς Πέρσας , ἐν τούτῳ δὴ τῷ καιρῷ Μιλήσιος Ἀρισταγόρης , ὑπὸ Κλεομένεος τοῦ Λακεδαιμονίου ἐξελασθεὶς ἐκ τῆς Σπάρτης , ἀπίκετο ἐς Ἀθήνας · αὕτη γὰρ πόλις τῶν λοιπέων ἐδυνάστευε μέγιστον . ἐπελθὼν δὲ ἐπὶ τὸν δῆμον Ἀρισταγόρης ταὐτὰ ἔλεγε τὰ καὶ ἐν τῇ Σπάρτῃ περὶ τῶν ἀγαθῶν τῶν ἐν τῇ Ἀσίῃ καὶ τοῦ πολέμου τοῦ Περσικοῦ , ὡς οὔτε ἀσπίδα οὔτε δόρυ νομίζουσι εὐπετέες τε χειρωθῆναι εἴησαν . ταῦτά τε δὴ ἔλεγε καὶ πρὸς τοῖσι τάδε , ὡς οἱ Μιλήσιοι τῶν Ἀθηναίων εἰσὶ ἄποικοι , καὶ οἰκός σφεας εἴη ῥύεσθαι δυναμένους μέγα · καὶ οὐδὲν τι οὐκ ὑπίσχετο οἷα κάρτα δεόμενος , ἐς ἀνέπεισε σφέας . πολλοὺς γὰρ οἶκε εἶναι εὐπετέστερον διαβάλλειν ἕνα , εἰ Κλεομένεα μὲν τὸν Λακεδαιμόνιον μοῦνον οὐκ οἷός τε ἐγένετο διαβάλλειν , τρεῖς δὲ μυριάδας Ἀθηναίων ἐποίησε τοῦτο . Ἀθηναῖοι μὲν δὴ ἀναπεισθέντες ἐψηφίσαντο εἴκοσι νέας ἀποστεῖλαι βοηθοὺς Ἴωσι , στρατηγὸν ἀποδέξαντες αὐτῶν εἶναι Μελάνθιον ἄνδρα τῶν ἀστῶν ἐόντα τὰ πάντα δόκιμον · αὗται δὲ αἱ νέες ἀρχὴ κακῶν ἐγένοντο Ἕλλησί τε καὶ βαρβάροισι .