5.95 πολεμεόντων δὲ σφέων παντοῖα καὶ ἄλλα ἐγένετο ἐν τῇσι μάχῃσι , ἐν δὲ δὴ καὶ Ἀλκαῖος ποιητὴς συμβολῆς γενομένης καὶ νικώντων Ἀθηναίων αὐτὸς μὲν φεύγων ἐκφεύγει , τὰ δέ οἱ ὅπλα ἴσχουσι Ἀθηναῖοι , καί σφεα ἀνεκρέμασαν πρὸς τὸ Ἀθήναιον τὸ ἐν Σιγείῳ . ταῦτα δὲ Ἀλκαῖος ἐν μέλεϊ ποιήσας ἐπιτιθεῖ ἐς Μυτιλήνην , ἐξαγγελλόμενος τὸ ἑωυτοῦ πάθος Μελανίππῳ ἀνδρὶ ἑταίρῳ . Μυτιληναίους δὲ καὶ Ἀθηναίους κατήλλαξε Περίανδρος Κυψέλου · τούτῳ γὰρ διαιτητῇ ἐπετράποντο · κατήλλαξε δὲ ὧδε , νέμεσθαι ἑκατέρους τὴν ἔχουσι .
5.96 Σίγειον μέν νυν οὕτω ἐγένετο ὑπ’ Ἀθηναίοισι . Ἱππίης δὲ ἐπείτε ἀπίκετο ἐκ τῆς Λακεδαίμονος ἐς τὴν Ἀσίην , πᾶν χρῆμα ἐκίνεε , διαβάλλων τε τοὺς Ἀθηναίους πρὸς τὸν Ἀρταφρένεα καὶ ποιέων ἅπαντα ὅκως αἱ Ἀθῆναι γενοίατο ὑπ’ ἑωυτῷ τε καὶ Δαρείῳ . Ἱππίης τε δὴ ταῦτα ἔπρησσε , καὶ οἱ Ἀθηναῖοι πυθόμενοι ταῦτα πέμπουσι ἐς Σάρδις ἀγγέλους , οὐκ ἐῶντες τοὺς Πέρσας πείθεσθαι Ἀθηναίων τοῖσι φυγάσι . δὲ Ἀρταφρένης ἐκέλευε σφέας , εἰ βουλοίατο σόοι εἶναι , καταδέκεσθαι ὀπίσω Ἱππίην . οὔκων δὴ ἐνεδέκοντο τοὺς λόγους ἀποφερομένους οἱ Ἀθηναῖοι · οὐκ ἐνδεκομένοισι δέ σφι ἐδέδοκτο ἐκ τοῦ φανεροῦ τοῖσι Πέρσῃσι πολεμίους εἶναι .