5.30 τῆς δὲ Μιλήτου ἐτύγχανε ἐπίτροπος ἐὼν Ἀρισταγόρης Μολπαγόρεω , γαμβρός τε ἐὼν καὶ ἀνεψιὸς Ἱστιαίου τοῦ Λυσαγόρεω , τὸν Δαρεῖος ἐν Σούσοισι κατεῖχε · γὰρ Ἱστιαῖος τύραννος ἦν Μιλήτου καὶ ἐτύγχανε τοῦτον τὸν χρόνον ἐὼν ἐν Σούσοισι , ὅτε οἱ Νάξιοι ἦλθον ξεῖνοι πρὶν ἐόντες τῷ Ἱστιαίῳ . ἀπικόμενοι δὲ οἱ Νάξιοι ἐς τὴν Μίλητον ἐδέοντο τοῦ Ἀρισταγόρεω , εἴ κως αὐτοῖσι παράσχοι δύναμίν τινα καὶ κατέλθοιεν ἐς τὴν ἑωυτῶν . δὲ ἐπιλεξάμενος ὡς ἢν δι’ αὐτοῦ κατέλθωσι ἐς τὴν πόλιν , ἄρξει τῆς Νάξου , σκῆψιν δὲ ποιεύμενος τὴν ξεινίην τὴν Ἱστιαίου , τόνδε σφι λόγον προσέφερε . ʹ αὐτὸς μὲν ὑμῖν οὐ φερέγγυός εἰμι δύναμιν παρασχεῖν τοσαύτην ὥστε κατάγειν ἀεκόντων τῶν τὴν πόλιν ἐχόντων Ναξίων · πυνθάνομαι γὰρ ὀκτακισχιλίην ἀσπίδα Ναξίοισι εἶναι καὶ πλοῖα μακρὰ πολλά · μηχανήσομαι δὲ πᾶσαν σπουδὴν ποιεύμενος . ἐπινοέω δὲ τῇδε . Ἀρταφρένης μοι τυγχάνει ἐὼν φίλος · δὲ Ἀρταφρένης ὑμῖν Ὑστάσπεος μὲν ἐστὶ παῖς , Δαρείου δὲ τοῦ βασιλέος ἀδελφεός , τῶν δ’ ἐπιθαλασσίων τῶν ἐν τῇ Ἀσίῇ ἄρχει πάντων , ἔχων στρατιήν τε πολλὴν καὶ πολλὰς νέας . τοῦτον ὦν δοκέω τὸν ἄνδρα ποιήσειν τῶν ἂν χρηίζωμεν . ʹ