5.28 οὗτος δὲ τοσαῦτα ἐξεργάσατο στρατηγήσας . μετὰ δὲ οὐ πολλὸν χρόνον ἄνεσις κακῶν ἦν , καὶ ἤρχετο τὸ δεύτερον ἐκ Νάξου τε καὶ Μιλήτου Ἴωσι γίνεσθαι κακά . τοῦτο μὲν γὰρ Νάξος εὐδαιμονίῃ τῶν νήσων προέφερε , τοῦτο δὲ κατὰ τὸν αὐτὸν χρόνον Μίλητος αὐτή τε ἑωυτῆς μάλιστα δὴ τότε ἀκμάσασα καὶ δὴ καὶ τῆς Ἰωνίης ἦν πρόσχημα , κατύπερθε δὲ τούτων ἐπὶ δύο γενεὰς ἀνδρῶν νοσήσασα ἐς τὰ μάλιστα στάσι , μέχρι οὗ μιν Πάριοι κατήρτισαν · τούτους γὰρ καταρτιστῆρας ἐκ πάντων Ἑλλήνων εἵλοντο οἱ Μιλήσιοι .
5.29 κατήλλαξαν δὲ σφέας ὧδε Πάριοι . ὡς ἀπίκοντο αὐτῶν ἄνδρες οἱ ἄριστοι ἐς τὴν Μίλητον , ὥρων γὰρ δή σφεας δεινῶς οἰκοφθορημένους , ἔφασαν αὐτῶν βούλεσθαι διεξελθεῖν τὴν χώρην · ποιεῦντες δὲ ταῦτα καὶ διεξιόντες πᾶσαν τὴν Μιλησίην , ὅκως τινὰ ἴδοιεν ἐν ἀνεστηκυίῃ τῇ χώρῃ ἀγρὸν εὖ ἐξεργασμένον , ἀπεγράφοντο τὸ οὔνομα τοῦ δεσπότεω τοῦ ἀγροῦ . διεξελάσαντες δὲ πᾶσαν τὴν χώρην καὶ σπανίους εὑρόντες τούτους , ὡς τάχιστα κατέβησαν ἐς τὸ ἄστυ , ἁλίην ποιησάμενοι ἀπέδεξαν τούτους μὲν πόλιν νέμειν τῶν εὗρον τοὺς ἀγροὺς εὖ ἐξεργασμένους · δοκέειν γὰρ ἔφασαν καὶ τῶν δημοσίων οὕτω δή σφεας ἐπιμελήσεσθαι ὥσπερ τῶν σφετέρων · τοὺς δὲ ἄλλους Μιλησίους τοὺς πρὶν στασιάζοντας τούτων ἔταξαν πείθεσθαι .
5.30 Πάριοι μέν νυν Μιλησίους οὕτω κατήρτισαν . τότε δὲ ἐκ τουτέων τῶν πολίων ὧδε ἤρχετο κακὰ γίνεσθαι τῇ Ἰωνίῃ . ἐκ Νάξου ἔφυγον ἄνδρες τῶν παχέων ὑπὸ τοῦ δήμου , φυγόντες δὲ ἀπίκοντο ἐς Μίλητον .