2.162 τὸν δὲ Πατάρβημιν ἔκ τε τῶν λεγομένων οὐκ ἀγνοέειν τὴν διάνοιαν , καὶ παρασκευαζόμενον ὁρῶντα σπουδῇ ἀπιέναι , βουλόμενον τὴν ταχίστην βασιλέι δηλῶσαι τὰ πρησσόμενα . ὡς δὲ ἀπικέσθαι αὐτὸν πρὸς τὸν Ἀπρίην οὐκ ἄγοντα τὸν Ἄμασιν , οὐδένα λόγον αὐτῷ δόντα ἀλλὰ περιθύμως ἔχοντα περιταμεῖν προστάξαι αὐτοῦ τά τε ὦτα καὶ τὴν ῥῖνα . ἰδόμενοι δ’ οἱ λοιποὶ τῶν Αἰγυπτίων , οἳ ἔτι τὰ ἐκείνου ἐφρόνεον , ἄνδρα τὸν δοκιμώτατον ἑωυτῶν οὕτω αἰσχρῶς λύμῃ διακείμενον , οὐδένα δὴ χρόνον ἐπισχόντες ἀπιστέατο πρὸς τοὺς ἑτέρους καὶ ἐδίδοσαν σφέας αὐτοὺς Ἀμάσι .
2.163 πυθόμενος δὲ καὶ ταῦτα Ἀπρίης ὥπλιζε τοὺς ἐπικούρους καὶ ἤλαυνε ἐπὶ τοὺς Αἰγυπτίους · εἶχε δὲ περὶ ἑωυτὸν Κᾶράς τε καὶ Ἴωνας ἄνδρας ἐπικούρους τρισμυρίους · ἦν δέ οἱ τὰ βασιλήια ἐν Σάι πόλι , μεγάλα ἐόντα καὶ ἀξιοθέητα . καὶ οἵ τε περὶ τὸν Ἀπρίην ἐπὶ τοὺς Αἰγυπτίους ἤισαν καὶ οἱ περὶ τὸν Ἄμασιν ἐπὶ τοὺς ξείνους · ἔν τε δὴ Μωμέμφι πόλι ἐγένοντο ἀμφότεροι καὶ πειρήσεσθαι ἔμελλον ἀλλήλων .
2.164 ἔστι δὲ Αἰγυπτίων ἑπτὰ γένεα , καὶ τούτων οἳ μὲν ἱρέες οἳ δὲ μάχιμοι κεκλέαται , οἳ δὲ βουκόλοι οἳ δὲ συβῶται , οἳ δὲ κάπηλοι , οἳ δὲ ἑρμηνέες , οἳ δὲ κυβερνήται . γένεα μὲν Αἰγυπτίων τοσαῦτα ἐστί , οὐνόματα δέ σφι κέεται ἀπὸ τῶν τεχνέων . οἱ δὲ μάχιμοι αὐτῶν καλέονται μὲν Καλασίριές τε καὶ Ἑρμοτύβιες , ἐκ νομῶν δὲ τῶνδε εἰσί · κατὰ γὰρ δὴ νομοὺς Αἴγυπτος ἅπασα διαραίρηται .