2.161 ἐπεὶ δέ οἱ ἔδεε κακῶς γενέσθαι , ἐγίνετο ἀπὸ προφάσιος τὴν ἐγὼ μεζόνως μὲν ἐν τοῖσι Λιβυκοῖσι λόγοισι ἀπηγήσομαι , μετρίως δ’ ἐν τῷ παρεόντι . ἀποπέμψας γὰρ στράτευμα Ἀπρίης ἐπὶ Κυρηναίους μεγαλωστὶ προσέπταισε , Αἰγύπτιοι δὲ ταῦτα ἐπιμεμφόμενοι ἀπέστησαν ἀπ’ αὐτοῦ , δοκέοντες τὸν Ἀπρίην ἐκ προνοίης αὐτοὺς ἀποπέμψαι ἐς φαινόμενον κακόν , ἵνα δὴ σφέων φθορὴ γένηται , αὐτὸς δὲ τῶν λοιπῶν Αἰγυπτίων ἀσφαλέστερον ἄρχοι . ταῦτα δὲ δεινὰ ποιεύμενοι οὗτοί τε οἱ ἀπονοστήσαντες καὶ οἱ τῶν ἀπολομένων φίλοι ἀπέστησαν ἐκ τῆς ἰθέης .
2.162 πυθόμενος δὲ Ἀπρίης ταῦτα πέμπει ἐπ’ αὐτοὺς Ἄμασιν καταπαύσοντα λόγοισι . δὲ ἐπείτε ἀπικόμενος κατελάμβανε τοὺς Αἰγυπτίους ταῦτα μὴ ποιέειν , λέγοντος αὐτοῦ τῶν τις Αἰγυπτίων ὄπισθε στὰς περιέθηκέ οἱ κυνέην , καὶ περιτιθεὶς ἔφη ἐπὶ βασιληίῃ περιτιθέναι . καὶ τῷ οὔ κως ἀεκούσιον ἐγίνετο τὸ ποιεύμενον , ὡς διεδείκνυε . ἐπείτε γὰρ ἐστήσαντό μιν βασιλέα τῶν Αἰγυπτίων οἱ ἀπεστεῶτες , παρεσκευάζετο ὡς ἐλῶν ἐπὶ τὸν Ἀπρίην . πυθόμενος δὲ ταῦτα Ἀπρίης ἔπεμπε ἐπ’ Ἄμασιν ἄνδρα δόκιμον τῶν περὶ ἑωυτὸν Αἰγυπτίων , τῷ οὔνομα ἦν Πατάρβημις , ἐντειλάμενος αὐτῷ ζῶντα Ἄμασιν ἀγαγεῖν παρ’ ἑωυτόν . ὡς δὲ ἀπικόμενος τὸν Ἄμασιν ἐκάλεε Πατάρβημις , Ἄμασις , ἔτυχε γὰρ ἐπ’ ἵππου κατήμενος , ἐπαείρας ἀπεματάισε , καὶ τοῦτό μιν ἐκέλευε Ἀπρίῃ ἀπάγειν . ὅμως δὲ αὐτὸν ἀξιοῦν τὸν Πατάρβημιν βασιλέος μεταπεμπομένου ἰέναι πρὸς αὐτόν · τὸν δὲ αὐτῷ ὑποκρίνεσθαι ὡς ταῦτα πάλαι παρεσκευάζετο ποιέειν , καὶ αὐτῷ οὐ μέμψεσθαι Ἀπρίην · παρέσεσθαι γὰρ καὶ αὐτὸς καὶ ἄλλους ἄξειν .