2.86 οὗτοι , ἐπεάν σφι κομισθῇ νεκρός , δεικνύουσι τοῖσι κομίσασι παραδείγματα νεκρῶν ξύλινα , τῇ γραφῇ μεμιμημένα { ... } , καὶ τὴν μὲν σπουδαιοτάτην αὐτέων φασὶ εἶναι τοῦ οὐκ ὅσιον ποιεῦμαι τὸ οὔνομα ἐπὶ τοιούτῳ πρήγματι ὀνομάζειν , τὴν δὲ δευτέρην δεικνύουσι ὑποδεεστέρην τε ταύτης καὶ εὐτελεστέρην , τὴν δὲ τρίτην εὐτελεστάτην · φράσαντες δὲ πυνθάνονται παρ’ αὐτῶν κατὰ ἥντινα βούλονταί σφι σκευασθῆναι τὸν νεκρόν . οἳ μὲν δὴ ἐκποδὼν μισθῷ ὁμολογήσαντες ἀπαλλάσσονται , οἳ δὲ ὑπολειπόμενοι ἐν οἰκήμασι ὧδε τὰ σπουδαιότατα ταριχεύουσι . πρῶτα μὲν σκολιῷ σιδήρῳ διὰ τῶν μυξωτήρων ἐξάγουσι τὸν ἐγκέφαλον , τὰ μὲν αὐτοῦ οὕτω ἐξάγοντες , τὰ δὲ ἐγχέοντες φάρμακα · μετὰ δὲ λίθῳ Αἰθιοπικῷ ὀξέι παρασχίσαντες παρὰ τὴν λαπάρην ἐξ ὦν εἷλον τὴν κοιλίην πᾶσαν , ἐκκαθήραντες δὲ αὐτὴν καὶ διηθήσαντες οἴνῳ φοινικηίῳ αὖτις διηθέουσι θυμιήμασι τετριμμένοισι · ἔπειτα τὴν νηδὺν σμύρνης ἀκηράτου τετριμμένης καὶ κασίης καὶ τῶν ἄλλων θυμιημάτων , πλὴν λιβανωτοῦ , πλήσαντες συρράπτουσι ὀπίσω . ταῦτα δὲ ποιήσαντες ταριχεύουσι λίτρῳ κρύψαντες ἡμέρας ἑβδομήκοντα · πλεῦνας δὲ τουτέων οὐκ ἔξεστι ταριχεύειν . ἐπεὰν δὲ παρέλθωσι αἱ ἑβδομήκοντα , λούσαντες τὸν νεκρὸν κατειλίσσουσι πᾶν αὐτοῦ τὸ σῶμα σινδόνος βυσσίνης τελαμῶσι κατατετμημένοισι , ὑποχρίοντες τῷ κόμμι , τῷ δὴ ἀντὶ κόλλης τὰ πολλὰ χρέωνται Αἰγύπτιοι . ἐνθεῦτεν δὲ παραδεξάμενοί μιν οἱ προσήκοντες ποιεῦνται ξύλινον τύπον ἀνθρωποειδέα , ποιησάμενοι δὲ ἐσεργνῦσι τὸν νεκρόν , καὶ κατακληίσαντες οὕτω θησαυρίζουσι ἐν οἰκήματι θηκαίῳ , ἱστάντες ὀρθὸν πρὸς τοῖχον .