2.82 τέρατά τε πλέω σφι ἀνεύρηται τοῖσι ἄλλοισι ἅπασι ἀνθρώποισι · γενομένου γὰρ τέρατος φυλάσσουσι γραφόμενοι τὠποβαῖνον , καὶ ἤν κοτε ὕστερον παραπλήσιον τούτῳ γένηται , κατὰ τὠυτὸ νομίζουσι ἀποβήσεσθαι .
2.83 μαντικὴ δὲ αὐτοῖσι ὧδε διακέεται · ἀνθρώπων μὲν οὐδενὶ προσκέεται τέχνη , τῶν δὲ θεῶν μετεξετέροισι · καὶ γὰρ Ἡρακλέος μαντήιον αὐτόθι ἐστὶ καὶ Ἀπόλλωνος καὶ Ἀθηναίης καὶ Ἀρτέμιδος καὶ Ἄρεος καὶ Διός , καὶ τό γε μάλιστα ἐν τιμῇ ἄγονται πάντων τῶν μαντηίων , Λητοῦς ἐν Βουτοῖ πόλι ἐστί . οὐ μέντοι αἵ γε μαντηίαι σφι κατὰ τὠυτὸ ἑστᾶσι , ἀλλὰ διάφοροι εἰσί .
2.84 δὲ ἰητρικὴ κατὰ τάδε σφι δέδασται · μιῆς νούσου ἕκαστος ἰητρός ἐστι καὶ οὐ πλεόνων . πάντα δ’ ἰητρῶν ἐστι πλέα · οἳ μὲν γὰρ ὀφθαλμῶν ἰητροὶ κατεστᾶσι , οἳ δὲ κεφαλῆς , οἳ δὲ ὀδόντων , οἳ δὲ τῶν κατὰ νηδύν , οἳ δὲ τῶν ἀφανέων νούσων .
2.85 θρῆνοι δὲ καὶ ταφαί σφεων εἰσὶ αἵδε · τοῖσι ἂν ἀπογένηται ἐκ τῶν οἰκίων ἄνθρωπος τοῦ τις καὶ λόγος , τὸ θῆλυ γένος πᾶν τὸ ἐκ τῶν οἰκίων τούτων κατ’ ὦν ἐπλάσατο τὴν κεφαλὴν πηλῷ καὶ τὸ πρόσωπον , κἄπειτα ἐν τοῖσι οἰκίοισι λιποῦσαι τὸν νεκρὸν αὐταὶ ἀνὰ τὴν πόλιν στρωφώμεναι τύπτονται ἐπεζωσμέναι καὶ φαίνουσαι τοὺς μαζούς , σὺν δέ σφι αἱ προσήκουσαι πᾶσαι , ἑτέρωθεν δὲ οἱ ἄνδρες , τύπτονται ἐπεζωμένοι καὶ οὗτοι . ἐπεὰν δὲ ταῦτα ποιήσωσι , οὕτω ἐς τὴν ταρίχευσιν κομίζουσι .
2.86 εἰσὶ δὲ οἳ ἐπ’ αὐτῷ τούτῳ κατέαται καὶ τέχνην ἔχουσι ταύτην .