2.45 ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες · τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων , ὅσοι ἂν καθαροὶ ἔωσι , καὶ χηνῶν , κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν ; ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον , ὡς δὴ φασί , κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι ; καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη .
2.46 τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι · τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι , τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι . γράφουσί τε δὴ καὶ γλύφουσι οἱ ζωγράφοι καὶ οἱ ἀγαλματοποιοὶ τοῦ Πανὸς τὤγαλμα κατά περ Ἕλληνες αἰγοπρόσωπον καὶ τραγοσκελέα , οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν ἀλλὰ ὁμοῖον τοῖσι ἄλλοισι θεοῖσι · ὅτευ δὲ εἵνεκα τοιοῦτον γράφουσι αὐτόν , οὔ μοι ἥδιον ἐστὶ λέγειν . σέβονται δὲ πάντας τοὺς αἶγας οἱ Μενδήσιοι , καὶ μᾶλλον τοὺς ἔρσενας τῶν θηλέων , καὶ τούτων οἱ αἰπόλοι τιμὰς μέζονας ἔχουσι · ἐκ δὲ τούτων ἕνα μάλιστα , ὅστις ἐπεὰν ἀποθάνῃ , πένθος μέγα παντὶ τῷ Μενδησίῳ νομῷ τίθεται . καλέεται δὲ τε τράγος καὶ Πὰν Αἰγυπτιστὶ Μένδης . ἐγένετο δὲ ἐν τῷ νομῷ τούτῳ ἐπ’ ἐμεῦ τοῦτο τὸ τέρας · γυναικὶ τράγος ἐμίσγετο ἀναφανδόν . τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο .