2.44 καὶ εἶδον πλουσίως κατεσκευασμένον ἄλλοισί τε πολλοῖσι ἀναθήμασι , καὶ ἐν αὐτῷ ἦσαν στῆλαι δύο , μὲν χρυσοῦ ἀπέφθου , δὲ σμαράγδου λίθου λάμποντος τὰς νύκτας μέγαθος . ἐς λόγους δὲ ἐλθὼν τοῖσι ἱρεῦσι τοῦ θεοῦ εἰρόμην ὁκόσος χρόνος εἴη ἐξ οὗ σφι τὸ ἱρὸν ἵδρυται . εὗρον δὲ οὐδὲ τούτους τοῖσι Ἕλλησι συμφερομένους · ἔφασαν γὰρ ἅμα Τύρῳ οἰκιζομένῃ καὶ τὸ ἱρὸν τοῦ θεοῦ ἱδρυθῆναι , εἶναι δὲ ἔτεα ἀπ’ οὗ Τύρον οἰκέουσι τριηκόσια καὶ δισχίλια . εἶδον δὲ ἐν τῇ Τύρῳ καὶ ἄλλο ἱρὸν Ἡρακλέος ἐπωνυμίην ἔχοντος Θασίου εἶναι · ἀπικόμην δὲ καὶ ἐς Θάσον , ἐν τῇ εὗρον ἱρὸν Ἡρακλέος ὑπὸ Φοινίκων ἱδρυμένον , οἳ κατ’ Εὐρώπης ζήτησιν ἐκπλώσαντες Θάσον ἔκτισαν · καὶ ταῦτα καὶ πέντε γενεῇσι ἀνδρῶν πρότερα ἐστὶ τὸν Ἀμφιτρύωνος Ἡρακλέα ἐν τῇ Ἑλλάδι γενέσθαι . τὰ μέν νυν ἱστορημένα δηλοῖ σαφέως παλαιὸν θεὸν Ἡρακλέα ἐόντα , καὶ δοκέουσι δέ μοι οὗτοι ὀρθότατα Ἑλλήνων ποιέειν , οἳ διξὰ Ἡράκλεια ἱδρυσάμενοι ἔκτηνται , καὶ τῷ μὲν ὡς ἀθανάτῳ Ὀλυμπίῳ δὲ ἐπωνυμίην θύουσι , τῷ δὲ ἑτέρῳ ὡς ἥρωι ἐναγίζουσι .
2.45 λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες , εὐήθης δὲ αὐτῶν καὶ ὅδε μῦθος ἐστὶ τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι , ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί · τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν , ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο , ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι .